Ἀφροδίτη μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει· πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον — τουτουὶ τοῦ μήλου πρίασθαι. Πάρις δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν. Ἀφροδίτη βούλει οὖν ἐπομόσομαι; Πάρις μηδαμῶς, ἀλλʼ ὑπόσχου πάλιν. Ἀφροδίτη ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρʼ ὑμᾶς εἰς τὴν Ἴλιον· καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα. Πάρις καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας ἄξεις; Ἀφροδίτη θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι. Πάρις οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον· ἐπὶ τούτοις λάμβανε.