<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg032.perseus-grc2" n="14"><sp><speaker>Ἀφροδίτη</speaker><p rend="align(indent)"> αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> ποία δὲ τὴν ὄψιν ἐστί; </p></sp><sp><speaker>Ἀφροδίτη</speaker><p rend="align(indent)"> λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλʼ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους. εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> πῶς φής; τὸν τῆς γεγαμημένης; </p></sp><sp><speaker>Ἀφροδίτη</speaker><p rend="align(indent)"> νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι. </p></sp></div></div></body></text></TEI>