<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg032.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg032.perseus-grc2" n="11"><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς <corr>δὲ</corr> βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ἥδε<note xml:lang="mul" type="footnote" n="v.3.p.400.n.1">ἥδε Harmon: ἡδέως Γ. The β MSS. read ὁρᾷ δὲ ἡδέως καὶ γλαφυρόν τι. Editors read ὡς δὲ ὁρᾷ ἤδε ἡδέως, καὶ γλάφυρόν τι (Juntine).</note> <corr>δὲ</corr> ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ προσαγωγὸν ἐμειδίασεν — ἀλλʼ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθʼ ἑκάστην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντῃ τὰς ὄψεις περισπώμενος. </p></sp><sp><speaker>Ἀφροδίτη</speaker><p rend="align(indent)"> οὕτω ποιῶμεν. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε. </p></sp><sp><speaker>Ἥρα</speaker><p rend="align(indent)"> περιμενῶ, κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα σοι καὶ τἄλλα ἤδη σκοπεῖν εἰ καλά σοι, τὰ δῶρα τῆς ψήφου τῆς ἐμῆς. ἢν γάρ με, ὦ Πάρι, δικάσῃς εἶναι καλήν, ἁπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης. </p></sp><sp><speaker>Πάρις</speaker><p rend="align(indent)"> οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα. πλὴν ἄπιθι· πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ. </p></sp></div></div></body></text></TEI>