<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg031.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg031.perseus-grc2" n="26"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent) ; merge"><q> τί θαυμαστόν;</q> εἶπεν ὁ Ἀντίγονος· <q> ἐγὼ γὰρ οἶδά τινα μετὰ εἰκοστὴν ἡμέραν ἧς<note xml:lang="mul" type="footnote" n="v.3.p.360.n.1">ἦ β. </note> ἐτάφη ἀναστάντα, θεραπεύσας καὶ πρὸ τοῦ θανάτου καὶ ἐπεὶ ἀνέστη τὸν ἄνθρωπον.</q> <q> καὶ πῶς,</q> ἦν δʼ ἐγώ, <q>ἐν εἴκοσιν ἡμέραις οὔτʼ ἐμύδησεν τὸ σῶμα οὔτε ἄλλως ὑπὸ λιμοῦ διεφθάρη; εἰ μή τινα Ἐπιμενίδην σύ γε ἐθεράπευες.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg031.perseus-grc2" n="27"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent) ; merge">ἅμα ταῦτα λεγόντων ἡμῶν ἐπεισῆλθον οἱ τοῦ Εὐκράτους υἱοὶ ἐκ τῆς παλαίστρας, ὁ μὲν ἤδη ἐξ ἐφήβων, ὁ δὲ ἕτερος ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ ἀσπασάμενοι ἡμᾶς ἐκαθέζοντο ἐπὶ τῆς κλίνης παρὰ τῷ πατρί· ἐμοὶ δὲ εἰσεκομίσθη θρόνος. καὶ ὁ Εὐκράτης ὥσπερ ἀναμνησθεὶς πρὸς τὴν ὄψιν τῶν <corr>υἱέων·</corr>, <q>οὕτως ὀναίμην,</q> ἔφη, <q> τούτων —</q> ἐπιβαλὼν αὐτοῖν τὴν χεῖρα — <q> ἀληθῆ, ὦ Τυχιάδη, πρός σε ἐρῶ. τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν. ἑβδόμῃ δὲ μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἐγὼ μὲν ἐνταῦθα ἐπὶ τῆς κλίνης ὥσπερ νῦν ἐκείμην παραμυθούμενος τὸ πένθος· ἀνεγίγνωσκον γὰρ τὸ περὶ ψυχῆς τοῦ Πλάτωνος βιβλίον ἐφʼ ἡσυχίας· ἐπεισέρχεται δὲ μεταξὺ ἡ Δημαινέτη αὐτὴ ἐκείνη καὶ καθίζεται πλησίον ὥσπερ νῦν Εὐκρατίδης οὑτοσί,</q> δείξας τὸν νεώτερον τῶν <corr>υἱέων·</corr> ὁ δὲ αὐτίκα ἔφριξε μάλα παιδικῶς, καὶ πάλαι ἤδη ὠχρὸς ὢν<note xml:lang="mul" type="footnote" n="v.3.p.360.n.2">ἦν γ.</note> πρὸς τὴν διήγησιν. <q>ἐγὼ δέ,</q> ἦ δʼ ὃς ὁ Εὐκράτης, <q>ὡς εἶδον, περιπλακεὶς αὐτῇ <pb n="v.3.p.362"/> ἐδάκρυον ἀνακωκύσας· ἡ δὲ οὐκ εἴα βοᾶν, ἀλλʼ ᾐτιᾶτό με ὅτι τὰ ἄλλα πάντα<note xml:lang="mul" type="footnote" n="v.3.p.362.n.1">πολλὰ β.</note> χαρισάμενος αὐτῇ θάτερον τοῖν σανδάλοιν χρυσοῖν ὄντοιν οὐ κατακαύσαιμι, εἶναι δὲ αὐτὸ ἔφασκεν ὑπὸ τῇ κιβωτῷ παραπεσόν. καὶ διὰ τοῦτο ἡμεῖς οὐχ εὑρόντες θάτερον μόνον ἐκαύσαμεν. ἔτι δὲ ἡμῶν διαλεγομένων κατάρατόν τι κυνίδιον ὑπὸ τῇ κλίνῃ ὂν Μελιταῖον ὑλάκτησεν, ἡ δὲ ἠφανίσθη πρὸς τὴν ὑλακήν. <corr>τὸ</corr> μέντοι σανδάλιον εὑρέθη ὑπὸ τῇ κιβωτῷ καὶ κατεκαύθη ὕστερον.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg031.perseus-grc2" n="28"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent) ; merge"><q>ἔτι ἀπιστεῖν τούτοις, ὦ Τυχιάδη, ἄξιον ἐναργέσιν οὖσιν καὶ κατὰ τὴν ἡμέραν ἑκάστην φαονομένοις;</q><q>μὰ Δίʼ,</q> ἦν δʼ ἐγώ· <q> ἐπεὶ σανδάλῳ γε χρυσῷ εἰς τὰς πυγὰς ὥσπερ τὰ παιδία παίεσθαι ἄξιοι ἂν εἶεν οἱ ἀπιστοῦντες καὶ οὕτως ἀναισχυντοῦντες πρὸς τὴν ἀλήθειαν.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg031.perseus-grc2" n="29"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent) ;  merge">ἐπὶ τούτοις ὁ Πυθαγορικὸς Ἀρίγνωτος εἰσῆλθεν, ὁ κομήτης, ὁ σεμνὸς ἀπὸ τοῦ προσώπου, οἶσθα τὸν ἀοίδιμον ἐπὶ τῇ σοφίᾳ, τὸν ἱερὸν ἐπονομαζόμενον. κἀγὼ μὲν ὡς εἶδον αὐτὸν ἀνέπνευσα, τοῦτʼ ἐκεῖνο ἥκειν μοι νομίσας πέλεκύν τινα κατὰ τῶν ψευσμάτων. <q>ἐπιστομιεῖ γὰρ αὐτούς,</q> ἔλεγον, <q>ὁ σοφὸς ἀνὴρ οὕτω τεράστια διεξιόντας.</q> καὶ τὸ τοῦ λόγου, θεὸν ἀπὸ μηχανῆς ἐπεισκυκληθῆναί μοι τοῦτον ᾤμην ὑπὸ τῆς Τύχης· ὁ δὲ ἐπεὶ ἐκαθέζετο ὑπεκστάντος αὐτῷ τοῦ Κλεοδήμου, πρῶτα μὲν περὶ τῆς νόσου ἤρετο, καὶ ὡς ῥᾷον ἤδη ἔχειν ἤκουσεν παρὰ τοῦ Εὐκράτους, <q>τί δέ,</q> ἔφη, <q> πρὸς αὑτοὺς<note xml:lang="mul" type="footnote" n="v.3.p.362.n.2">ἀλλήλους β.</note> ἐφιλοσοφεῖτε; μεταξὺ γὰρ <pb n="v.3.p.364"/> <corr>εἰσιὼν</corr> ἐπήκουσα, καί μοι ἐδοκεῖτε<note xml:lang="mul" type="footnote" n="v.3.p.364.n.1">δοκεῖτε γ.</note> εἰς καλὸν διατεθήσεσθαι<note xml:lang="mul" type="footnote" n="v.3.p.364.n.2">διατίθεσθαι β. διαθήσεσθαι Cobet, Fritzsche; but cf. Scytha 9 fin. </note> τὴν διατριβήν.</q></p><p rend="align(indent)"><q>τί δʼ ἄλλο,</q> εἶπεν ὁ Εὐκράτης, <q>ἢ τουτονὶ τὸν ἀδαμάντινον πείθομεν</q> — δείξας <corr>ἐμέ</corr> —<q> ἡγεῖσθαι δαίμονάς τινας εἶναι καὶ φάσματα καὶ νεκρῶν ψυχὰς περιπολεῖν <corr>ὑπὲρ</corr> γῆς καὶ φαίνεσθαι οἷς <corr>ἂν</corr> ἐθέλωσιν.</q> ἐγὼ <corr>μὲν</corr> οὖν ἠρυθρίασα καὶ κάτω ἔνευσα <corr>αἰδεσθεὶς</corr> <corr>τὸν</corr> Ἀρίγνωτον. ὁ <corr>δὲ</corr>, <q> ὅρα,</q> ἔφη, <q>ὦ Εὔκρατες, μὴ τοῦτό φησιν Τυχιάδης, τὰς τῶν βιαίως ἀποθανόντων μόνας ψυχὰς περινοστεῖν, οἷον εἴ τις ἀπήγξατο ἢ ἀπετμήθη <corr>τὴν</corr> <corr>κεφαλὴν</corr> ἢ ἀνεσκολοπίσθη ἢ ἄλλῳ γέ τῳ τρόπῳ τοιούτῳ ἀπῆλθεν ἐκ τοῦ βίου, <corr>τὰς</corr> <corr>δὲ</corr> τῶν <corr>κατὰ</corr> μοῖραν ἀποθανόντων οὐκέτι· <corr>ἢν</corr> <corr>γὰρ</corr> τοῦτο λέγῃ, οὐ πάνυ ἀπόβλητα φήσει.</q> <q>μὰ Δίʼ,</q> ἦ δʼ ὃς ὁ Δεινόμαχος, <q> ἀλλʼ οὐδὲ ὅλως εἶναι τὰ τοιαῦτα οὐδὲ συνεστῶτα ὁρᾶσθαι οἴεται.</q> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg031.perseus-grc2" n="30"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"><q> πῶς λέγεις,</q> ἦ δʼ ὃς ὁ Ἀρίγνωτος, δριμὺ ἀπιδὼν εἰς ἐμέ, <q>οὐδέν σοι τούτων γίγνεσθαι δοκεῖ, καὶ ταῦτα πάντων, ὡς εἰπεῖν, ὁρώντων;</q> <q>ἀπολόγησαι<note xml:lang="mul" type="footnote" n="v.3.p.364.n.3">ἀπολόγησαι Harmon: ἀπολσγῆ γP (followed by a lacuna of 4 letters in P): ἀπολελόγησθε) Ν Vat.</note>,</q> ἦν δʼ ἐγώ, <q> ὑπὲρ ἐμοῦ, εἰ μὴ πιστεύω, διότι μηδὲ ὁρῶ μόνος τῶν <corr>ἄλλων·</corr> εἰ δὲ ἑώρων, καὶ ἐπίστευον ἂν δηλαδὴ ὥσπερ ὑμεῖς.</q> <q> ἀλλά,</q> ἦ δʼ ὅς, <q>ἤν ποτε εἰς Κόρινθον ἔλθῃς, ἐροῦ ἔνθα ἐστὶν ἡ Εὐβατίδου οἰκία, καὶ ἐπειδάν σοι δειχθῇ παρὰ τὸ Κράνειον, παρελθὼν εἰς αὐτὴν λέγε πρὸς τὸν θυρωρὸν Τίβειον ὡς ἐθέλοις <pb n="v.3.p.366"/> ἰδεῖν ὅθεν τὸν δαίμονα ὁ Πυθαγορικὸς Ἀρίγνωτος ἀνορύξας ἀπήλασε καὶ πρὸς τὸ λοιπὸν οἰκεῖσθαι τὴν οἰκίαν ἐποίησεν.</q> </p></sp></div></div></body></text></TEI>