Τυχιάδης ἐγὼ γοῦν ἡδέως ἂν ἐροίμην σε, τί περὶ τούτων φὴς ὅσοι τοὺς δαιμονῶντας ἀπαλλάττουσι τῶν δειμάτων οὕτω σαφῶς ἐξᾴδοντες τὰ φάσματα. καὶ ταῦτα οὐκ ἐμὲ χρὴ λέγειν, ἀλλὰ πάντες ἴσασι τὸν Σύρον τὸν ἐκ τῆς Παλαιστίνης, τὸν ἐπὶ τούτῳ σοφιστήν, ὅσους παραλαβὼν καταπίπτοντας πρὸς τὴν σελήνην καὶ τὼ ὀφθαλμὼ διαστρέφοντας καὶ ἀφροῦ πιμπλαμένους τὸ στόμα ὅμως ἀνίστησι καὶ ἀποπέμπει ἀρτίους τὴν γνώμην, ἐπὶ μισθῷ μεγάλῳ ἀπαλλάξας τῶν δεινῶν. ἐπειδὰν γὰρ ἐπιστὰς κειμένοις ἔρηται ὅθεν εἰσεληλύθασιν εἰς τὸ σῶμα, ὁ μὲν νοσῶν αὐτὸς σιωπᾷ, ὁ δαίμων δὲ ἀποκρίνεται, ἑλληνίζων ἢ βαρβαρίζων ἢ ὅθεν γ. ὁπόθεν ἂν αὐτὸς ᾖ, ὅπως τε καὶ ὅθεν εἰσῆλθεν εἰς τὸν ἄνθρωπον· ὁ δὲ ὅρκους ἐπάγων, εἰ δὲ μὴ πεισθείη, καὶ ἀπειλῶν ἐξελαύνει τὸν δαίμονα. ἐγὼ γοῦν καὶ εἶδον ἐξιόντα μέλανα καὶ καπνώδη τὴν χρόαν. οὐ μέγα, ἦν δʼ ἐγώ, τὰ τοιαῦτά σε ὁρᾶν, ὦ Ἴων, ᾧ γε καὶ αἱ ἰδέαι αὐταὶ φαίνονται ἃ ὁ πατὴρ ὑμῶν Πλάτων δείκνυσιν, ἀμαυρόν τι θέαμα ὡς πρὸς ἡμᾶς τοὺς ἀμβλυώττοντας. Τυχιάδης μόνος γὰρ Ἴων, ἔφη ὁ Εὐκράτης, τὰ τοιαῦτα εἶδεν, οὐχὶ δὲ καὶ ἄλλοι πολλοὶ δαίμοσιν ἐντετυχήκασιν οἱ μὲν νύκτωρ, οἱ δὲ μεθʼ ἡμέραν; ἐγὼ δὲ οὐχ ἅπαξ ἀλλὰ μυριάκις ἤδη σχέδον τὰ τοιαῦτα τεθέαμαι· καὶ τὸ μὲν πρῶτον ἐταραττόμην πρὸς αὐτά, νῦν δὲ δὴ ὑπὸ τοῦ ἔθους οὐδέν τι παράλογον ὁρᾶν μοι δοκῶ, καὶ μάλιστα ἐξ οὗ μοι τὸν δακτύλιον ὁ Ἄραψ ἔδωκε σιδήρου τοῦ ἐκ τῶν σταυρῶν πεποιημένον καὶ τὴν ἐπῳδὴν ἐδίδαξεν τὴν πολυώνυμον, ἐκτὸς εἰ μὴ κἀμοὶ ἀπιστήσεις, ὦ Τυχιάδη. καὶ πῶς ἄν, ἦν δʼ ἐγώ, ἀπιστήσαιμι Εὐκράτει τῷ Δείνωνος, σοφῷ ἀνδρὶ καὶ μάλιστα ἐλευθερίῳ, ἐλευθερίῳ Fritzsche: ἐλενθερίως γ: μάλιστα καὶ ἐλενθέρῳ β. τὰ δοκοῦντά οἱ λέγοντι οἴκοι παρʼ αὑτῷ ἐπʼ ἐξουσίας; Τυχιάδης τὸ γοῦν περὶ τοῦ ἀνδριάντος, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἅπασι τοῖς ἐπὶ τῆς οἰκίας ὅσαι νύκτες φαινόμενον καὶ παισὶ καὶ νεανίαις καὶ γέρουσι, τοῦτο οὐ παρʼ ἐμοῦ μόνον ἀκούσειας ἂν ἀλλὰ καὶ παρὰ τῶν ἡμετέρων ἁπάντων. ποίου, ἦν δʼ ἐγώ, ἀνδριάντος; οὐχ ἑώρακας, ἔφη, εἰσιὼν ἐν τῇ αὐλῇ ἀνεστηκότα πάγκαλον ἀνδριάντα, Δημητρίου ἔργον τοῦ ἀνθρωποποιοῦ; μῶν τὸν δισκεύοντα, ἦν δʼ ἐγώ, φής, τὸν ἐπικεκυφότα κατὰ τὸ σχῆμα τῆς ἀφέσεως, ἀπεστραμμένον εἰς τὴν δισκοφόρον, ἠρέμα ὀκλάζοντα τῷ ἑτέρῳ, ἐοικότα συναναστησομένῳ μετὰ τῆς βολῆς; οὐκ ἐκεῖνον, ἦ δʼ ὅς, ἐπεὶ τῶν Μύρωνος ἔργων ἓν καὶ τοῦτό ἐστιν, ὁ δισκοβόλος ὃν λέγεις· οὐδὲ τὸν παρʼ αὐτόν φημι, τὸν διαδούμενον τὴν κεφαλὴν τῇ ταινίᾳ, τὸν καλόν, Πολυκλείτου γὰρ τοῦτο ἔργον. ἀλλὰ τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων ἄφες, ἐν οἷς καὶ τὰ Κριτίου καὶ καὶ Ross: τοῦ MSS. Νησιώτου πλάσματα ἕστηκεν, οἱ τυραννοκτόνοι· σὺ δὲ εἴ τινα παρὰ τὸ ὕδωρ τὸ ἐπιρρέον εἶδες προγάστορα, φαλαντίαν, ἡμίγυμνον τὴν ἀναβολήν, ἠνεμωμένον τοῦ πώγωνος τὰς τρίχας ἐνίας, ἐπίσημον τὰς φλέβας, αὐτοανθρώπῳ ὅμοιον, ἐκεῖνον λέγω· Πέλλιχος ὁ Κορίνθιος στρατηγὸς εἶναι δοκεῖ. Τυχιάδης νὴ Δίʼ, ἦν δʼ ἐγώ, εἶδόν τινα ἐπὶ δεξιὰ τοῦ κρουνοῦ, Κρόνον γ. ταινίας καὶ στεφάνους ξηροὺς ἔχοντα, κατακεχρυσωμένον πετάλοις τὸ στῆθος. ἐγὼ δέ, ὁ Εὐκράτης ἔφη, ἐκεῖνα ἐχρύσωσα, ὁπότε μʼ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον. ἦ γὰρ καὶ ἰατρός, ἦν δʼ ἐγώ, ὁ βέλτιστος ἡμῖν Πέλλιχος οὗτός ἐστιν; μὴ σκῶπτε, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἤ σε οὐκ εἰς μακρὰν μέτεισιν ὁ ἀνήρ· οἶδα ἐγὼ ὅσον δύναται οὗτος ὁ ὑπὸ σοῦ γελώμενος ἀνδριάς. ἢ οὐ νομίζεις τοῦ αὐτοῦ εἶναι καὶ ἐπιπέμπειν ἠπιάλους οἷς ἂν ἐθέλῃ, εἴ γε καὶ ἀποπέμπειν δυνατὸν αὐτῷ; ἵλεως, ἦν δʼ ἐγώ, ἔστω ὁ ἀνδριὰς καὶ ἤπιος οὕτως ἀνδρεῖος ὤν. τί δʼ οὖν καὶ ἄλλο ποιοῦντα ὁρᾶτε αὐτὸν ἅπαντες οἱ ἐν τῇ οἰκίᾳ; ἐπειδὰν τάχιστα, ἔφη, νὺξ γένηται, ὁ δὲ καταβὰς ἀπὸ τῆς βάσεως ἐφʼ ᾗ ἕστηκε περίεισιν ἐν κύκλῳ τὴν οἰκίαν, καὶ πάντες ἐντυγχάνομεν αὐτῷ ἐνίοτε καὶ ᾄδοντι, καὶ οὐκ ἔστιν ὅντινα ἠδίκησεν· ἐκτρέπεσθαι γὰρ χρὴ μόνον· ὁ δὲ παρέρχεται μηδὲν ἐνοχλήσας τοὺς ἰδόντας. καὶ μὴν καὶ λούεται τὰ πολλὰ καὶ παίζει διʼ ὅλης τῆς νυκτός, ὥστε ἀκούειν τοῦ ὕδατος ψοφοῦντος. ὅρα τοίνυν, ἦν δʼ ἐγώ, μὴ οὐχὶ Πέλλιχος ὁ ἀνδριάς, ἀλλὰ Τάλως ὁ Κρὴς ὁ τοῦ Μίνωος ᾖ· καὶ γὰρ ἐκεῖνος χαλκοῦς τις ἦν τῆς Κρήτης περίπολος. εἰ δὲ μὴ χαλκοῦ, ὦ Εὔκρατες, ἀλλὰ ξύλου πεποίητο, οὐδὲν αὐτὸν ἐκώλυεν οὐ Δημητρίου ἔργον εἶναι, ἀλλὰ τῶν Δαιδάλου τεχνημάτων· δραπετεύει γοῦν, ὡς φής, ἀπὸ τῆς βάσεως καὶ οὗτος. Τυχιάδης ὅρα, ἔφη, ὦ Τυχιάδη, μή σοι μεταμελήσῃ τοῦ σκώμματος ὕστερον. οἶδα ἐγὼ οἷα ἔπαθεν ὁ τοὺς ὀβολοὺς ὑφελόμενος οὓς κατὰ τὴν νουμηνίαν ἑκάστην τίθεμεν αὐτῷ. πάνδεινα ἐχρῆν, ἔφη ὁ Ἴων, ἱερόσυλόν γε ὄντα. πῶς δʼ οὖν αὐτὸν ἠμύνατο, ὦ Εὔκρατες; ἐθέλω γὰρ ἀκοῦσαι, εἰ καὶ ὅτι μάλιστα οὑτοσὶ Τυχιάδης ἀπιστήσει. πολλοί, ἦ δʼ ὅς, ἔκειντο ὀβολοὶ πρὸ τοῖν ποδοῖν αὐτοῦ καὶ ἄλλα νομίσματα ἔνια ἀργυρᾶ πρὸς τὸν μηρὸν κηρῷ κεκολλημένα καὶ πέταλα ἐξ ἀργύρου, εὐχαί τινος ἢ μισθὸς ἐπὶ τῇ ἰάσει ὁπόσοι διʼ αὐτὸν ἐπαύσαντο πυρετῷ ἐχόμενοι. ἦν δὲ ἡμῖν Λίβυς τις οἰκέτης κατάρατος, ἱπποκόμος· οὗτος ἐπεχείρησε νυκτὸς ὑφελέσθαι πάντα ἐκεῖνα καὶ ὑφείλετο καταβεβηκότα ἤδη τηρήσας τὸν ἀνδριάντα. ἐπεὶ δὲ ἐπανελθὼν τάχιστα ἔγνω περισεσυλημένος ὁ Πέλλιχος, ὅρα ὅπως ἠμύνατο καὶ κατεφώρασε τὸν Λίβυν· διʼ ὅλης γὰρ τῆς νυκτὸς περιῄει ἐν κύκλῳ τὴν αὐλὴν ὁ ὁ ἄθλιος du Soul: ἄθλιος MSS. ἄθλιος ἐξελθεῖν οὐ δυνάμενος ὥσπερ εἰς λαβύρινθον ἐμπεσών, ἄχρι δὴ κατελήφθη ἔχων τὰ φώρια γενομένης ἡμέρας. καὶ τότε μὲν πληγὰς οὐκ ὀλίγας ἔλαβεν ἁλούς, οὐ πολὺν δὲ ἐπιβιοὺς χρόνον κακὸς κακῶς ἀπέθανεν μαστιγούμενος, ὡς ἔλεγεν, κατὰ τὴν νύκτα ἑκάστην, ὥστε καὶ μώλωπας εἰς τὴν ἐπιοῦσαν φαίνεσθαι αὐτοῦ ἐπὶ τοῦ σώματος. πρὸς ταῦτα, ὦ Τυχιάδη, καὶ τὸν Πέλλιχον σκῶπτε κἀμὲ ὥσπερ τοῦ Μίνωος ἡλικιώτην παραπαίειν ἤδη δόκει. ἀλλʼ, ὦ Εὔκρατες, ἦν δʼ ἐγώ, ἔστʼ ἂν χαλκὸς μὲν ὁ χαλκός, τὸ δὲ ἔργον Δημήτριος ὁ Ἀλωπεκῆθεν εἰργασμένος ᾖ, οὐ θεοποιός τις ἀλλʼ ἀνθρωποποιὸς ὤν, οὔποτε φοβήσομαι τὸν ἀνδριάντα Πελλίχου, ὃν οὐδὲ ζῶντα πάνυ ἐδεδίειν ἂν ἀπειλοῦντά μοι.