Τυχιάδης ὅσον ἐκ τούτου εἰκάζω· ἀλλʼ ἐκεῖνο, ὅπως καὶ ὅρον ἡμῖν τινα γενναῖον ἀποδῷς τῆς παρασιτικῆς. Σίμων ὀρθῶς σύ γε λέγων. δοκεῖ γὰρ δή μοι οὕτως ἂν μάλιστα ὡρίσθαι· παρασιτική ἐστιν τέχνη ποτέων καὶ βρωτέων καὶ τῶν διὰ ταῦτα λεκτέων καὶ πρακτέων, καὶ πρακτέων Fritzsche: not in MSS. τέλος δὲ αὐτῆς τὸ ἡδύ. Τυχιάδης ὑπέρευγέ μοι δοκεῖς ὁρίσασθαι τὴν σεαυτοῦ τέχνην· ἀλλʼ ἐκεῖνο σκόπει, μὴ πρὸς ἐνίους τῶν φιλοσόφων μάχη σοι περὶ τοῦ τέλους ᾖ. Σίμων καὶ μὴν ἀπόχρη γε εἴπερ ἔσται τὸ αὐτὸ τέλος εὐδαιμονίας καὶ παρασιτικῆς.