Σίμων καὶ μὴν οὐδὲ τοιοῦτόν τί ἐστιν ἡ παρασιτικὴ ὁποῖον τὸ κάλλος καὶ ἡ ἰσχύς, ὥστε τέχνην μὲν μὴ δοκεῖν αὐτήν, δύναμιν δέ τινα τοιαύτην. Τυχιάδης ἀληθῆ λέγεις. Σίμων ἀλλὰ μέντοι οὐδὲ ἀτεχνία ἐστίν· ἡ γὰρ ἀτεχνία οὐδέποτε οὐδὲν κατορθοῖ τῷ κεκτημένῳ. φέρε γάρ, εἰ ἐπιτρέψειας ἐπιτρέψειας Hirschig: ἐπιτρέψας MSS. σὺ σεαυτῷ ναῦν ἐν θαλάττῃ καὶ χειμῶνι μὴ ἐπιστάμενος κυβερνᾶν, σωθείης ἄν; ἠνιοχεῖν Lacuna Fritzsche: supplemented partly by Fritzsche, partly by Harmon <Τυχιάδης> <οὐδαμῶς.> <Σίμων> <τί δʼ, εἰ ἵππους ἐπιτραφθείη τις μὴ ἐπιστάμενος ἠνιοχεῖν;> Τυχιάδης οὐδʼ οὗτος. Σίμων τί δή ποτε, ἢ τῷ μὴ ἔχειν τέχνην, διʼ ἧς δυνήσεται σώζειν ἑαυτόν; Τυχιάδης καὶ μάλα. Σίμων οὐκοῦν καὶ παράσιτος ὑπὸ τῆς παρασιτικῆς, εἴπερ ἦν ἀτεχνία, οὐκ ἂν ἐσώζετο; Τυχιάδης ναί. Σίμων οὐκοῦν τέχνῃ σώζεται, ἀτεχνίᾳ δὲ οὔ; Τυχιάδης πάνυ μὲν οὖν. Σίμων τέχνη ἄρα ἐστὶν ἡ παρασιτική. Τυχιάδης τέχνη, ὡς ἔοικεν. Σίμων καὶ μὴν κυβερνήτας μὲν ἀγαθοὺς ναυαγίᾳ περιπεσόντας ναυαγίᾳ περιπεσόντας Fritzsche: not in MSS. καὶ ἡνιόχους τεχνίτας ἐκπεσόντας τῶν δίφρων οἶδα ἐγὼ πολλάκις, καὶ τοὺς μὲν συντριβέντας, τοὺς δὲ καὶ πάμπαν διαφθαρέντας, παρασίτου δὲ ναυάγιον οὐδὲ εἷς ἔχοι τοιοῦτον εἰπεῖν. οὐκοῦν εἰ μήτε ἀτεχνία ἐστὶν ἡ παρασιτικὴ μήτε δύναμις, σύστημα δέ τι ἐκ καταλήψεων γεγυμνασμένων, τέχνη δῆλον ὅτι διωμολόγηται ἡμῖν σήμερον.