Σίμων παρασίτου μέντοι οὐδεὶς ἔχοι κατηγορῆσαι μοιχείαν ἢ βίαν ἢ ἁρπαγὴν ἢ ἄλλο τι ἀδίκημα ἁπλῶς· ἐπεὶ ὅ γε τοιοῦτος οὐκ ἂν εἴη παράσιτος, ἀλλʼ ἑαυτὸν ἐκεῖνος ἀδικεῖ. ὥστʼ εἰ μοιχεύσας τύχοι, ἅμα τῷ ἀδικήματι καὶ τοὔνομα μεταλαμβάνει τοῦ ἀδικήματος. ὥσπερ γὰρ ὁ ἀγαθὸς φαῦλα ποιῶν διὰ τοῦτο οὐκ ἀγαθός, οὐκ ἀγαθός Text A.M.Η.: ὥσπερ τὸ οὐκ ἀγαθός P1ΩΖ, ὥσπερ οὐ τὸ ἀγαθός Γ3, other MSS. ὥσπερ δὲ ὁ κακὸς οὐ τὸ ἀγαθὸς Jacobitz, ὥσπερ δὲ ὁ ἐξ ἀγαθοῦ φαῦλος οὐ τὸ ἀγαθός Fritzsche. ἀλλὰ φαῦλος εἶναι ἀναλαμβάνει, οὕτως, οἶμαι, καὶ ὁ παράσιτος, ἐάν τι ἀδικῇ, αὐτὸ μὲν τοῦτο ὅπερ ἐστὶν ἀποβάλλει, ἀναλαμβάνει δὲ ὃ ἀδικεῖ. ἀδικήματα δὲ τοιαῦτα ῥητόρων καὶ φιλοσόφων ἄφθονα οὐ μόνον ἴσμεν αὐτοὶ αὐτοὶ Cobet: αὐτοῖς MSS. γεγονότα καθʼ ἡμᾶς, ἀλλὰ κἀν τοῖς βιβλίοις ἀπολελειμμένα ὑπομνήματα ἔχομεν ὧν ἠδίκησαν. ἀπολογία μὲν γὰρ Σωκράτους ἐστὶν καὶ Αἰσχίνου καὶ Ὑπερίδου καὶ Δημοσθένους καὶ τῶν πλείστων σχεδόν τι ῥητόρων καὶ σοφῶν, παρασίτου δὲ οὐκ ἔστιν ἀπολογία οὐδʼ ἔχει τις εἰπεῖν δίκην πρὸς παράσιτόν τινι γεγραμμένην. Σίμων ἀλλὰ νὴ Δία ὁ μὲν βίος τοῦ παρασίτου κρείττων ἐστὶν τοῦ τῶν ῥητόρων καὶ τῶν φιλοσόφων, ὁ δὲ θάνατος φαυλότερος; πάνυ μὲν οὖν τοὐναντίον παρὰ πολὺ εὐδαιμονέστερος. φιλοσόφους μὲν γὰρ ἴσμεν ἅπαντας ἢ τοὺς πλείστους κακοὺς κακῶς ἀποθανόντας, τοὺς μὲν ἐκ καταδίκης, ἑαλωκότας ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι, φαρμάκῳ, τοὺς δὲ καταπρησθέντας τὸ σῶμα ἅπαν, τοὺς δὲ ἀπὸ δυσουρίας φθινήσαντας, τοὺς δὲ φυγόντας. παρασίτου δὲ θάνατον οὐδεὶς ἔχει τοιοῦτον εἰπεῖν, ἀλλὰ τὸν εὐδαιμονέστατον φαγόντος καὶ πιόντος. εἰ δέ τις καὶ δοκεῖ βιαίῳ τετελευτηκέναι θανάτῳ, ἀπεπτήσας ἀπέθανεν. Τυχιάδης ταῦτα μὲν ἱκανῶς διημίλληταί σοι τὰ πρὸς τοὺς φιλοσόφους ὑπὲρ τοῦ παρασίτου. λοιπὸν δὲ εἰ καλὸν καὶ λυσιτελές ἐστιν τὸ κτῆμα τοῦτο τῷ τρέφοντι, πειρῶ λέγειν· ἐμοὶ μὲν γὰρ δοκοῦσιν ὥσπερ εὐεργετοῦντες καὶ χαριζόμενοι τρέφειν αὐτοὺς οἱ πλούσιοι, καὶ εἶναι τοῦτο αἰσχύνην τῷ τρεφομένῳ. Σίμων ὡς ἠλίθιά γε σου, ὦ Τυχιάδη, ταῦτα, εἰ μὴ δύνασαι γινώσκειν ὅτι πλούσιος ἀνήρ, εἰ καὶ τὸ Γύγου χρυσίον ἔχοι, μόνος ἐσθίων πένης ἐστὶν καὶ προϊὼν ἄνευ παρασίτου πτωχὸς δοκεῖ, καὶ ὥσπερ στρατιώτης χωρὶς ὅπλων ἀτιμότερος καὶ ἐσθὴς ἄνευ πορφύρας καὶ ἵππος ἄνευ φαλάρων, οὕτω καὶ πλούσιος ἄνευ παρασίτου ταπεινός τις καὶ εὐτελὴς φαίνεται. καὶ μὴν ὁ μὲν πλούσιος κοσμεῖται ὑπʼ αὐτοῦ, τὸν δὲ παράσιτον πλούσιος οὐδέποτε κοσμεῖ. Σίμων ἄλλως τε οὐδὲ ὄνειδος αὐτῷ ἐστιν, ὡς σὺ φής, τὸ παρασιτεῖν ἐκείνῳ, δῆλον ὅτι ὥς τινι κρείττονι χείρονα, ὅπου ὅπου vulg.: ὅπως MSS. γε μὴν τῷ πλουσίῳ τοῦτο λυσιτελές ἐστιν, τὸ τρέφειν τὸν παράσιτον, ᾧ γε μετὰ τοῦ κοσμεῖσθαι ὑπʼ αὐτοῦ καὶ ἀσφάλεια πολλὴ ἐκ τῆς τούτου δορυφορίας ὑπάρχει· οὔτε γὰρ μάχῃ ῥᾳδίως ἄν τις ἐπιχειρήσαι τῷ πλουσίῳ τοῦτον ὁρῶν παρεστῶτα, ἀλλʼ οὐδʼ ἂν ἀποθάνοι φαρμάκῳ οὐδεὶς ἔχων παράσιτον. τίς γὰρ ἂν τολμήσειεν ἐπιβουλεῦσαί τινι τούτου προεσθίοντος καὶ προπίνοντος; ὥστε ὁ πλούσιος οὐχὶ κοσμεῖται μόνον, ἀλλὰ καὶ ἐκ τῶν μεγίστων κινδύνων ὑπὸ τοῦ παρασίτου σώζεται. οὕτω μὲν οὕτω μὲν vulg.: οὖτε μὴν, ἅτε μὴν, ὅτι μὲν MSS. ὁ παράσιτος διὰ φιλοστοργίαν πάντα κίνδυνον ὑπομένει, καὶ οὐκ ἂν παραχωρήσειεν τῷ πλουσίῳ φαγεῖν μόνῳ μόνῳ: μόνον other MSS. , ἀλλὰ καὶ ἀποθανεῖν αἱρεῖται συμφαγών. Τυχιάδης πάντα μοι δοκεῖς, ὦ Σίμων, διεξελθεῖν ὑστερήσας οὐδὲν τῆς σεαυτοῦ τέχνης, οὐχ ὥσπερ αὐτὸς ἔφασκες, ἀμελέτητος ὤν, ἀλλʼ ὥσπερ ἄν τις ὑπὸ τῶν μεγίστων γεγυμνασμένος. λοιπόν, εἰ μὴ αἴσχιον αὐτὸ τὸ ὄνομά ἐστι τῆς παρασιτικῆς, θέλω μαθεῖν. Σίμων ὅρα δὴ τὴν ἀπόκρισιν, ἐάν σοι ἱκανῶς λέγεσθαι δοκῇ, καὶ πειρῶ πάλιν αὐτὸς ἀποκρίνασθαι πρὸς τὸ ἐρωτώμενον ᾗ ᾖ vulg.: εἰ MSS. ἄριστα οἴει. φέρε γάρ, τὸν σῖτον οἱ παλαιοὶ τί καλοῦσι; Τυχιάδης τροφήν. Σίμων τί δὲ τὸ σιτεῖσθαι, οὐχὶ τὸ ἐσθίειν; Τυχιάδης ναί. Σίμων οὐκοῦν καθωμολόγηται τὸ παρασιτεῖν ὅτι οὐκ ἄλλο ἐστίν; Τυχιάδης τοῦτο γάρ, ὦ Σίμων, ἐστὶν ὃ αἰσχρὸν φαίνεται.