<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="51"><sp><speaker>Σίμων</speaker><p rend="merge">ἐν εἰρήνῃ δὲ τοσούτῳ μοι δοκεῖ διαφέρειν<note xml:lang="mul" type="footnote" n="v.3.p.300.n.1">διαφέρειν vulg.; καὶ διαφέρειν MSS.</note> παρασιτικὴ φιλοσοφίας ὅσον αὐτὴ ἡ εἰρήνη πολέμου.</p><p rend="align(ident)">καὶ πρῶτον, εἰ δοκεῖ, σκοπῶμεν τὰ τῆς εἰρήνης χωρία. </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> οὔπω συνίημι ὅ τι τοῦτό πως βούλεται, σκοπῶμεν δὲ ὅμως. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> οὐκοῦν ἀγορὰν καὶ δικαστήρια καὶ παλαίστρας καὶ γυμνάσια καὶ κυνηγέσια καὶ συμπόσια ἔγωγε φαίην ἂν πόλεως χωρία. </p></sp><pb n="v.3.p.302"/><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικαστήρια οὐ πάρεισιν, ὅτι, οἶμαι, τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι οὐδὲν μέτριόν ἐστιν τῶν ἐν τούτοις γιγνομένων, τὰς δὲ παλαίστρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος. ἐπεὶ τίς ἐν παλαίστρᾳ φιλόσοφος ἢ ῥήτωρ ἀποδὺς ἄξιος συγκριθῆναι παρασίτου τῷ σώματι; ἢ τίς ἐν γυμνασίῳ τούτων ὀφθεὶς οὐκ αἰσχύνη μᾶλλον τοῦ χωρίου ἐστί; καὶ μὴν ἐν ἐρημίᾳ τούτων οὐδεὶς ἂν ὑποσταίη θηρίον ὁμόσε ἰόν, ὁ δὲ παράσιτος αὐτά τε ἐπιόντα μένει καὶ δέχεται ῥᾳδίως, μεμελετηκὼς αὐτῶν ἐν τοῖς δείπνοις καταφρονεῖν, καὶ οὔτε ἔλαφος οὔτε σῦς αὐτὸν ἐκπλήττει πεφρικώς, ἀλλὰ κἂν ἐπʼ αὐτὸν ὁ σῦς τὸν ὀδόντα θήγῃ, καὶ ὁ παράσιτος ἐπὶ τὸν σῦν ἀντιθήγει. τοὺς μὲν γὰρ λαγὼς διώκει μᾶλλον τῶν κυνῶν. ἐν δὲ δὴ συμποσίῳ τίς ἂν καὶ ἁμιλλήσαιτο παρασίτῳ ἤτοι παίζοντι ἢ ἐσθίοντι; τίς δʼ ἂν μᾶλλον εὐφράναι τοὺς συμπότας; πότερόν ποτε οὗτος ᾄδων καὶ σκώπτων, ἢ ἄνθρωπος μὴ γελῶν, ἐν τριβωνίῳ κείμενος, εἰς τὴν γῆν ὁρῶν, ὥσπερ ἐπὶ πένθος οὐχὶ συμπόσιον ἥκων; καὶ ἔμοιγε δοκεῖ, ἐν <corr>συμποσίῳ</corr> φιλόσοφος τοιοῦτόν ἐστιν οἷον ἐν βαλανείῳ κύων.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="52"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">φέρε δὴ ταῦτα ἀφέντες ἐπʼ αὐτὸν ἤδη βαδίζωμεν τὸν βίον τοῦ παρασίτου, σκοποῦντες ἅμα καὶ παραβάλλοντες ἐκεῖνον.</p><p rend="align(indent)">πρῶτον τοίνυν ἴδοι τις ἂν τὸν μὲν παράσιτον <pb n="v.3.p.304"/> ἀεὶ δόξης καταφρονοῦντα καὶ οὐδὲν αὐτῷ μέλον ὅ τι ἂν<note xml:lang="mul" type="footnote" n="v.3.p.304.n.1">ὅ τι ἂν Fritzche: τί ἂν MSS. (τι ὦν r2: ὧν vulg.).</note> οἱ ἄνθρωποι οἴωνται περὶ αὐτοῦ, ῥήτορας δὲ καὶ φιλοσόφους εὕροι τις ἂν οὐ τινάς, ἀλλὰ πάντας ὑπὸ τύφου καὶ δόξης τριβέντας, καὶ οὐ δόξης μόνον, ἀλλὰ καὶ ὃ τούτου αἴσχιόν ἐστιν, ὑπʼ ἀργυρίου. καὶ ὁ μὲν παράσιτος οὕτως ἔχει πρὸς ἀργύριον ὡς οὐκ ἄν τις οὐδὲ πρὸς τὰς ἐν τοῖς αἰγιαλοῖς ψηφῖδας ἀμελῶς ἔχοι, καὶ οὐδὲν αὐτῷ δοκεῖ διαφέρειν τὸ χρυσίον τοῦ πυρός. <corr>οἵ</corr> γε μὴν ῥήτορες, καὶ ὃ δεινότερόν ἐστιν, καὶ οἱ φιλοσοφεῖν φάσκοντες πρὸς αὐτὰ οὕτως διάκεινται κακοδαιμόνως, ὥστε τῶν μάλιστα νῦν εὐδοκιμούντων φιλοσόφων — περὶ μὲν γὰρ τῶν ῥητόρων τί δεῖ λέγειν; — ὁ μὲν δικάζων δίκην δώροις ἐπʼ αὐτῇ ἑάλω,<note xml:lang="mul" type="footnote" n="v.3.p.304.n.2">αἱσχύνεται ὅτι MSS. (except ΓΩΖ1) add ἀλλʼ ὁ μὲν (ἄλλος δὲ N) μισθὸν σοφιστεύων εἰσπράττεται τοὺς μανθάνοντας, excised by Jacobitz,</note> ὁ δὲ παρὰ βασιλέως ὑπὲρ τοῦ συνεῖναι μισθὸν αἰτεῖ καὶ οὐκ αἰσχύνεται ὅτι<note xml:lang="mul" type="footnote" n="v.3.p.304.n.3">ὅτι Harmon: ἔτι (εἴ τι) MSS.</note> πρεσβύτης ἀνὴρ διὰ τοῦτο ἀποδημεῖ καὶ μισθοφορεῖ καθάπερ Ἰνδὸς ἢ Σκύθης αἰχμάλωτος, καὶ οὐδὲ αὐτὸ τὸ ὄνομα αἰσχύνεται ὃ λαμβάνει.</p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="53"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">εὕροις δʼ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας. ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων· οὔτε γὰρ ὀργίζεται διʼ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη· καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δὲ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο <pb n="v.3.p.306"/> τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη· οὔτε γὰρ χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά.<note xml:lang="mul" type="footnote" n="v.3.p.306.n.1">αὐτά MSS. add: ἐπεὶ ταῦτα ἀπόλλυνται, omitted by Lascaris.</note> ἐπιθυμεῖ δὲ οὔτε δόξης οὔτε χρημάτων, ἀλλʼ οὐδὲ ὡραίου τινός. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="54"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> ἀλλʼ, ὦ Σίμων, εἰκός γε ἐνδείᾳ τροφῆς λυπηθῆναι αὐτόν. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> ἀγνοεῖς, ὦ Τυχιάδη, ὅτι ἐξ ἀρχῆς οὐδὲ παράσιτός ἐστιν οὗτος, ὅστις ἀπορεῖ τροφῆς· οὐδὲ γὰρ ἀνδρεῖος ἀπορίᾳ ἀνδρείας ἐστὶν ἀνδρεῖος, οὐδὲ φρόνιμος ἀπορίᾳ φρενῶν ἐστιν φρόνιμος· ἄλλως γὰρ οὐδὲ<note xml:lang="mul" type="footnote" n="v.3.p.306.n.2">γὰρ οὐδὲ vulg.: γε οὕτε MSS.</note> παράσιτος ἂν εἴη. πρόκειται δὲ ἡμῖν περὶ παρασίτου ζητεῖν ὄντος, οὐχὶ μὴ ὄντος. εἰ δὲ<note xml:lang="mul" type="footnote" n="v.3.p.306.n.3">εἰ δὲ vulg.: εἰ δὲ μὴ MSS.</note> ὁ ἀνδρεῖος οὐκ ἄλλως ἢ παρουσίᾳ ἀνδρειότητος καὶ ὁ φρόνιμος παρουσίᾳ φρονήσεως, καὶ ὁ παράσιτος δὲ παρουσίᾳ τοῦ παρασιτεῖν παράσιτος ἔσται· ὡς εἴ γε τοῦτο μὴ ὑπάρχοι αὐτῷ, περὶ ἄλλου τινός, καὶ οὐχὶ παρασίτου, ζητήσομεν. </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> οὐκοῦν οὐδέποτε ἀπορήσει παράσιτος <corr>τροφῆς</corr> </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> ἔοικεν· ὥστε οὔτʼ ἐπὶ τούτῳ οὔτʼ ἐπʼ<note xml:lang="mul" type="footnote" n="v.3.p.306.n.4">οὔτʼ ἐκὶ τούτῳ οὔτʼ ἐπ ἄλλῳ vulg.: ἐπὶ τούτῳ οὐκ ἐπʼ ἄλλῳ MSS.</note> ἄλλῳ ἐστὶν ὅτῳ λυπηθείη ἄν. </p></sp></div><pb n="v.3.p.308"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="55"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">καὶ μὴν καὶ πάντες ὁμοῦ καὶ φιλόσοφοι καὶ ῥήτορες φοβοῦνται μάλιστα. <corr>τούς</corr> γέ τοι πλείστους αὐτῶν εὕροι τις ἂν μετὰ ξύλου προϊόντας, οὐκ ἂν δή που, εἰ μὴ ἐφοβοῦντο, ὡπλισμένους, καὶ τὰς θύρας δὲ μάλα ἐρρωμένως ἀποκλείοντας, μή τις ἄρα νύκτωρ ἐπιβουλεύσειεν αὐτοῖς δεδιότας. ὁ δὲ τὴν θύραν τοῦ δωματίου προστίθησιν εἰκῆ, καὶ τοῦτο ὡς μὴ ὑπʼ ἀνέμου ἀνοιχθείη, καὶ γενομένου ψόφου νύκτωρ οὐδέν τι μᾶλλον θορυβεῖται ἢ μὴ γενομένου, καὶ διʼ ἐρημίας δὲ ἀπιὼν ἄνευ ξίφους ὁδεύει· φοβεῖται γὰρ οὐδὲν οὐδαμοῦ. φιλοσόφους δὲ ἤδη ἐγὼ πολλάκις εἶδον, οὐδενὸς ὄντος δεινοῦ, τόξα ἐνεσκευασμένους· ξύλα μὲν γὰρ ἔχουσιν καὶ εἰς βαλανεῖον ἀπιόντες καὶ ἐπʼ ἄριστον.</p></sp></div></div></body></text></TEI>