<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="50"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">εἰ δὲ δὴ καὶ πέσοι παράσιτος ἐν πολέμῳ, οὐκ ἂν ἐπʼ αὐτῷ δήπου οὔτε λοχαγὸς οὔτε στρατιώτης αἰσχυνθείη μεγάλῳ τε ὄντι νεκρῷ καὶ ὥσπερ ἐν συμποσίῳ καλῷ καλῶς κατακειμένῳ. ὡς <corr>ἄξιόν</corr> γε φιλοσόφου νεκρὸν ἰδεῖν τούτῳ παρακείμενον, ξηρόν, ῥυπῶντα, μακρὸν πωγώνιον ἔχοντα, προτεθνηκότα τῆς μάχης, ἀσθενῆ ἄνθρωπον. τίς οὐκ ἂν καταφρονήσειε ταύτης τῆς πόλεως τοὺς ὑπασπιστὰς αὐτῆς οὕτως κακοδαίμονας ὁρῶν; τίς δὲ οὐκ ἂν εἰκάσαι, χλωροὺς καὶ κομήτας ὁρῶν ἀνθρωπίσκους κειμένους, τὴν πόλιν ἀποροῦσαν συμμάχων τοὺς ἐν τῇ εἱρκτῇ κακούργους ἐπιλῦσαι τῷ πολέμῳ; </p><p rend="align(ident)">τοιοῦτοι μὲν ἐν πολέμῳ πρὸς ῥήτορας καὶ φιλοσόφους εἰσὶν οἱ παράσιτοι. </p></sp></div></div></body></text></TEI>