Σίμων σὺ δὲ δὴ ποῖόν τινα εἰκάζεις ἐν πολέμῳ τὸν παράσιτον; οὐχὶ πρῶτον μὲν ὁ τοιοῦτος ἀριστοποιησάμενος ἔξεισιν ἐπὶ τὴν παράταξιν, καθάπερ καὶ ὁ Ὀδυσσεὺς ἀξιοῖ; οὐ γὰρ ἄλλως ἐν πολέμῳ μάχεσθαι, φησίν, ἔστιν, εἰ καὶ ἔστιν, εἰ καὶ Text Harmon: οὐ γὰρ ἀλλʼ ὃν ἐν πολέμῳ μάχεσθαί φησιν ἑστιάσει καὶ MSS. εὐθὺς ἅμα ἕῳ μάχεσθαι δέοι. καὶ ὃν ἄλλοι στρατιῶται χρόνον ὑπὸ δέους ὁ μέν τις ἀκριβῶς ἁρμόζει τὸ κράνος, ὁ δὲ θωράκιον ἐνδύεται, ὁ δὲ αὐτὸ τὸ δεινὸν ὑποπτεύων τοῦ πολέμου τρέμει, οὗτος δὲ ἐσθίει τότε μάλα φαιδρῷ τῷ προσώπῳ καὶ μετὰ τὴν ἔξοδον εὐθὺς ἐν πρώτοις διαγωνίζεται· ὁ δὲ τρέφων αὐτὸν ὄπισθεν ὑποτέτακται τῷ παρασίτῳ, κἀκεῖνος αὐτὸν ὥσπερ ὁ Αἴας τὸν Τεῦκρον ὑπὸ τῷ σάκει καλύπτει, καὶ τῶν βελῶν ἀφιεμένων γυμνώσας ἑαυτὸν τοῦτον σκέπει· βούλεται γὰρ ἐκεῖνον μᾶλλον σώζειν ἢ ἑαυτόν.