Τυχιάδης ταῦτα μὲν ἱκανῶς· ὅτι δὲ μὴ φίλος ἀλλὰ παράσιτος ἦν ὁ Πάτροκλος τοῦ Ἀχιλλέως πειρῶ λέγειν. Σίμων αὐτόν, ὦ Τυχιάδη, τὸν Πάτροκλον ὅτι παράσιτος ἦν λέγοντά σοι παρέξομαι. Τυχιάδης θαυμαστὰ λέγεις. Σίμων ἄκουε τοίνυν αὐτῶν τῶν ἐπῶν· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ὁμοῦ, ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισι. καὶ πάλιν ὑποβάς, καὶ νῦν με δεξάμενος, φησίν, ὁ Πηλεὺς ἔτρεφεν ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνε. τουτέστι παράσιτον εἶχεν. εἰ μὲν τοίνυν φίλον ἐβούλετο τὸν Πάτροκλον λέγειν, οὐκ ἂν αὐτὸν ὠνόμαζεν θεράποντα· θεράποντα· ἐλεύθερος γὰρ ἦν ὁ Πάτροκλος. τίνας τοίνυν λέγει τοὺς θεράποντα· θεράποντα· εἰ μήτε τοὺς δούλους μήτε τοὺς φίλους; τοὺς παρασίτους δῆλον ὅτι· ᾗ καὶ τὸν Μηριόνην τοῦ Ἰδομενέως καὶ αὐτὸν θεράποντα θεράποντα MSS. (except Γ) add οὕτως οἶμαι καλουμένων τότε τῶν παρασίτων, excised by Hirschig, Jacobitz. ὀνομάζει. Σκόπει δὲ ὅτι καὶ ἐνταῦθα τὸν μὲν Ἰδομενέα Διὸς ὄντα υἱὸν οὐκ ἀξιοῖ λέγειν ἀτάλαντον Ἄρηϊ, Μηριόνην δὲ τὸν παράσιτον αὐτοῦ.