<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="41"><sp><speaker>Σίμων</speaker><p rend="merge">ἄθρει δὲ πάλιν μεταβὰς τὸν παράσιτον ὁποῖός τις φαίνεται. ἆρʼ οὐχ ὁ μὲν τὸ σῶμα πρῶτον πολὺς καὶ τὸ χρῶμα ἡδύς, οὐ μέλας δὲ οὐδὲ <corr>λευκός</corr> — τὸ μὲν γὰρ γυναικί, τὸ δὲ δούλῳ προσέοικεν — ἔπειτα θυμοειδής, δεινὸν βλέπων ὁποῖον ἡμεῖς, μέγα καὶ ὕφαιμον; οὐ γὰρ καλὸν δεδοικότα καὶ θῆλυν ὀφθαλμὸν εἰς πόλεμον φέρειν. ἆρʼ οὐχ ὁ τοιοῦτος καλὸς μὲν γένοιτʼ ἂν καὶ ζῶν ὁπλίτης, καλὸς δὲ καὶ εἰ ἀποθάνοι νεκρός;<note xml:lang="mul" type="footnote" n="v.3.p.284.n.1">νεκρός Harmon: καλῶς MSS. Sommerbrodt excises καλῶς.</note></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="42"><sp><speaker>Σίμων</speaker><p rend="align(indent) ; merge">ἀλλὰ τί δεῖ ταῦτα εἰκάζειν ἔχοντας αὐτῶν παραδείγματα; ἁπλῶς γὰρ εἰπεῖν, ἐν πολέμῳ τῶν πώποτε ῥητόρων ἢ φιλοσόφων οἱ μὲν οὐδὲ ὅλως ὑπέμειναν ἔξω τοῦ τείχους προελθεῖν, εἰ δέ τις καὶ ἀναγκασθεὶς παρετάξατο, φημὶ τοῦτον λείψαντα τὴν τάξιν ὑποστρέφειν. </p></sp><pb n="v.3.p.286"/><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> ὡς θαυμάσια πάντα καὶ οὐδὲν ὑπισχνῇ μέτριον. λέγε δὲ ὅμως. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> τῶν μὲν τοίνυν ῥητόρων Ἰσοκράτης οὐχ ὅπως εἰς πόλεμον ἐξῆλθέν ποτε, ἀλλʼ οὐδʼ ἐπὶ δικαστήριον ἀνέβη, διὰ δειλίαν, οἶμαι, ὅτι οὐδὲ τὴν φωνὴν διὰ τοῦτο εἶχεν ἔτι. τί δʼ;<note xml:lang="mul" type="footnote" n="v.3.p.286.n.1">τί δ’  Fritzsche: not in MSS.</note> οὐχὶ Δημάδης μὲν καὶ Αἰσχίνης καὶ Φιλοκράτης ὑπὸ δέους εὐθὺς τῇ καταγγελίᾳ τοῦ Φιλίππου πολέμου τὴν πόλιν προὔδοσαν καὶ σφᾶς αὐτοὺς τῷ Φιλίππῳ καὶ διετέλεσαν Ἀθήνησιν ἀεὶ τὰ ἐκείνου πολιτευόμενοι, ὃς εἴ γε καὶ ἄλλος τις Ἀθηναίοις<note xml:lang="mul" type="footnote" n="v.3.p.286.n.2">ὃς—Ἀθηναίοις Harmon: ὡς—Ἀθηναῖος MSS.</note> κατὰ ταῦτα ἐπολέμει· κἀκεῖνος ἐν αὐτοῖς ἦν φίλος. Ὑπερίδης δὲ καὶ Δημοσθένης καὶ Λυκοῦργος, <corr>οἵ</corr> γε δοκοῦντες ἀνδρειότεροι κἀν ταῖς ἐκκλησίαις ἀεὶ θορυβοῦντες καὶ λοιδορούμενοι τῷ Φιλίππῳ, τί ποτε ἀπειργάσαντο γενναῖον ἐν τῷ πρὸς αὐτὸν πολέμῳ; καὶ Ὑπερίδης μὲν καὶ Λυκοῦργος οὐδὲ ἐξῆλθον, ἀλλʼ οὐδὲ ὅλως ἐτόλμησαν μικρὸν ἔξω παρακῦψαι τῶν πυλῶν, ἀλλʼ ἐντειχίδιοι ἐκάθηντο παρʼ αὐτοῖς ἤδη πολιορκούμενοι γνωμίδια καὶ προβουλευμάτια συντιθέντες. ὁ δὲ δὴ κορυφαιότατος αὐτῶν, ὁ ταυτὶ λέγων ἐν ταῖς ἐκκλησίαις συνεχῶς· <q> Φίλιππος γὰρ ὁ Μακεδὼν ὄλεθρος, ὅθεν οὐδὲ ἀνδράποδον πρίαιτό τίς ποτε,</q> τολμήσας <pb n="v.3.p.288"/> προελθεῖν εἰς τὴν Βοιωτίαν, πρὶν ἢ συμμῖξαι τὰ στρατόπεδα καὶ συμβαλεῖν εἰς χεῖρας ῥίψας τὴν ἀσπίδα ἔφυγεν. ἢ οὐδέπω ταῦτα πρότερον διήκουσας οὐδενός, πάνυ γνώριμα ὄντα οὐχ ὅπως Ἀθηναίοις, ἀλλὰ Θρᾳξὶ καὶ Σκύθαις, ὅθεν ἐκεῖνο τὸ κάθαρμα ἦν; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="43"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> ἐπίσταμαι ταῦτα· ἀλλʼ οὗτοι μὲν ῥήτορες καὶ λόγους λέγειν ἠσκηκότες, ἀρετὴν δὲ οὔ. τί δὲ περὶ τῶν φιλοσόφων λέγεις; οὐ γὰρ δὴ τούτους ἔχεις ὥσπερ ἐκείνους αἰτιᾶσθαι. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> οὗτοι πάλιν, ὦ Τυχιάδη, οἱ περὶ τῆς ἀνδρείας ὁσημέραι διαλεγόμενοι καὶ κατατρίβοντες τὸ τῆς ἀρετῆς ὄνομα πολλῷ μᾶλλον τῶν ῥητόρων φανοῦνται δειλότεροι καὶ μαλακώτεροι. σκόπει δὴ οὕτως. πρῶτον μὲν οὐκ ἔστιν ὅστις εἰπεῖν ἔχοι φιλόσοφον ἐν πολέμῳ τετελευτηκότα· ἤτοι γὰρ οὐδὲ ὅλως ἐστρατεύσαντο, ἢ εἴπερ ἐστρατεύσαντο, πάντες ἔφυγον. Ἀντισθένης μὲν οὖν καὶ Διογένης καὶ Κράτης καὶ Ζήνων καὶ Πλάτων καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης καὶ πᾶς οὗτος ὁ ὅμιλος οὐδὲ εἶδον <corr>παράταξιν·</corr> μόνος δὲ τολμήσας ἐξελθεῖν εἰς τὴν ἐπὶ Δηλίῳ<note xml:lang="mul" type="footnote" n="v.3.p.288.n.1">ἐπὶ Δηλίῳ Gesner: ἐν τῇ πόλει MSS.</note> μάχην ὁ σοφὸς αὐτῶν Σωκράτης φεύγων ἐκεῖθεν ἀπὸ τῆς Πάρνηθος εἰς τὴν Ταυρέου <pb n="v.3.p.290"/> παλαίστραν κατέφυγεν. πολὺ γὰρ αὐτῷ ἀστειότερον ἐδόκει μετὰ τῶν μειρακυλλίων καθεζόμενον ὀαρίζειν καὶ σοφισμάτια προβάλλειν τοῖς ἐντυγχάνουσιν ἢ ἀνδρὶ Σπαρτιάτῃ μάχεσθαι. </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> ὦ γενναῖε, ταῦτα μὲν ἤδη καὶ παρʼ ἄλλων ἐπυθόμην, οὐ μὰ Δία σκώπτειν αὐτοὺς καὶ ὀνειδίζειν <corr>βουλομένων·</corr> ὥστε οὐδέν τί μοι δοκεῖς χαριζόμενος τῇ σεαυτοῦ τέχνῃ καταψεύδεσθαι τῶν ἀνδρῶν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="44"><sp><speaker>Τυχιάδης</speaker><p rend="merge">ἀλλʼ εἰ δοκεῖ ἤδη, φέρε καὶ σὺ τὸν παράσιτον <corr>ὁποῖός</corr> τίς ἐστιν ἐν πολέμῳ λέγε, καὶ εἰ καθόλως<note xml:lang="mul" type="footnote" n="v.3.p.290.n.1">καθόλως Harmon: καὶ ὅλως MSS.</note> λέγεται παράσιτός τις γενέσθαι τῶν παλαιῶν;  </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> καὶ μήν, ὦ φιλότης, οὐδεὶς οὕτως<note xml:lang="mul" type="footnote" n="v.3.p.290.n.2">οὕτως Dindorf: not in MSS.</note> ἀνήκοος Ὁμήρου, οὐδʼ ἂν πάμπαν ἰδιώτης τύχῃ, ὃς οὐκ ἐπίσταται παρʼ αὐτῷ τοὺς ἀρίστους τῶν ἡρώων παρασίτους ὄντας. ὅ τε γὰρ Νέστωρ ἐκεῖνος, οὗ ἀπὸ τῆς γλώττης ὥσπερ μέλι ὁ λόγος ἀπέρρει,<note xml:lang="mul" type="footnote" n="v.3.p.290.n.3">ἀπέρρει vulg.: ἀπορρεῖ MSS.</note> αὐτοῦ τοῦ βασιλέως παράσιτος ἦν, καὶ οὔτε τὸν Ἀχιλλέα, ὅσπερ ἐδόκει τε καὶ ἦν τὸ σῶμα γενναιότατος, οὔτε τὸν Διομήδην οὔτε τὸν Αἴαντα ὁ Ἀγαμέμνων οὕτως ἐπαινεῖ τε καὶ θαυμάζει ὥσπερ τὸν Νέστορα. οὐδὲ γὰρ δέκα Αἴαντας εὔχεται γενέσθαι αὑτῷ οὔτε δέκα Ἀχιλλέας· πάλαι δʼ ἂν ἑαλωκέναι τὴν Τροίαν, εἰ τοιούτους ὁποῖος ἦν οὗτος ὁ παράσιτος, καίπερ γέρων ὤν, στρατιώτας εἶχεν δέκα. καὶ τὸν Ἰδομενέα τὸν τοῦ Διὸς ἔγγονον παράσιτον Ἀγαμέμνονος ὁμοίως λέγει. </p></sp></div><pb n="v.3.p.292"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg030.perseus-grc2" n="45"><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> ταῦτα μὲν καὶ αὐτὸς ἐπίσταμαι· οὔπω γε μὴν δοκῶ μοι γιγνώσκειν, πῶς δὴ τὼ ἄνδρε τῷ Ἀγαμέμνονι παράσιτοι ἦσαν. </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"> ἀναμνήσθητι, ὦ γενναῖε, τῶν ἐπῶν ἐκείνων ὧνπερ αὐτὸς ὁ Ἀγαμέμνων πρὸς τὸν Ἰδομενέα λέγει. </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> ποίων; </p></sp><sp><speaker>Σίμων</speaker><p rend="align(indent)"><quote rend="blockquote"><l>σὸν δὲ πλεῖον δέπας αἰεὶ </l><l>ἕστηχʼ ὥσπερ ἐμοὶ πιέειν ὅτε θυμὸς ἀνώγοι. </l></quote>ἐνταῦθα γὰρ τὸ αἰεὶ πλεῖον δέπας εἴρηκεν οὐχ ὅτι τὸ ποτήριον διὰ παντὸς πλῆρες ἑστήκει τῷ Ἰδομενεῖ καὶ μαχομένῳ καὶ καθεύδοντι, ἀλλʼ ὅτι αὐτῷ διʼ ὅλου τοῦ βίου μόνῳ συνδειπνεῖν ὑπῆρχεν τῷ βασιλεῖ, οὐχ ὥσπερ τοῖς λοιποῖς στρατιώταις πρὸς ἡμέρας τινὰς καλουμένοις.</p><p rend="align(indent)"> τὸν μὲν γὰρ Αἴαντα, ἐπεὶ καλῶς ἐμονομάχησεν τῷ Ἕκτορι, <q> εἰς Ἀγαμέμνονα δῖον ἄγον,</q> φησίν, κατὰ τιμὴν ἀξιωθέντα ὀψὲ τοῦ παρὰ τῷ βασιλεῖ δείπνου. ὁ δὲ Ἰδομενεὺς καὶ ὁ Νέστωρ ὁσημέραι συνεδείπνουν τῷ βασιλεῖ, ὡς αὐτός φησιν. Νέστωρ δὲ παράσιτός μοι δοκεῖ τῶν βασιλέων μάλιστα τεχνίτης καὶ ἀγαθὸς γενέσθαι· οὐ γὰρ ἐπὶ τοῦ Ἀγαμέμνονος ἄρξασθαι τῆς τέχνης, ἀλλὰ ἄνωθεν ἐπὶ Καινέως καὶ Ἐξαδίου· δοκεῖ δὲ οὐδὲ ἂν <pb n="v.3.p.294"/> παύσασθαι παρασιτῶν, εἰ μὴ ὁ Ἀγαμέμνων ἀπέθανεν. </p></sp><sp><speaker>Τυχιάδης</speaker><p rend="align(indent)"> οὑτοσὶ μὲν γενναῖος ὁ παράσιτος. εἰ δὲ καὶ ἄλλους τινὰς οἶσθα, πειρῶ λέγειν. </p></sp></div></div></body></text></TEI>