Τυχιάδης ἱκανῶς ταῦτά γε. ὅτι δὲ κατὰ τἄλλα τἄλλα Fritzsche: πολλὰ MSS. διαφέρει φιλοσοφίας καὶ ῥητορικῆς ἡ παρασιτικὴ πῶς ἐπιδεικνύεις; Σίμων εἰσίν, ὦ βέλτιστε, καιροὶ τοῦ τῶν ἀνθρώπων βίου, ὁ μέν τις εἰρήνης, οἶμαι, ὁ δʼ αὖ πολέμου. ἐν δὴ τούτοις πᾶσα ἀνάγκη φανερὰς γίγνεσθαι τὰς τέχνας καὶ τοὺς ἔχοντας ταύτας ὁποῖοί τινές εἰσιν. πρότερον δέ, εἰ δοκεῖ, σκοπώμεθα τὸν τοῦ πολέμου καιρόν, καὶ τίνες ἂν εἶεν μάλιστα χρησιμώτατοι ἰδίᾳ τε ἕκαστος αὐτῷ καὶ κοινῇ τῇ πόλει. Τυχιάδης ὡς οὐ μέτριον ἀγῶνα καταγγέλλεις τῶν ἀνδρῶν· καὶ ἔγωγε πάλαι γελῶ κατʼ ἐμαυτὸν ἐννοῶν ποῖος ἂν εἴη συμβαλλόμενος παρασίτῳ φιλόσοφος.