Τυχιάδης ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν. Σίμων τίνα μήν; Τυχιάδης εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἢ Fritzsche: not in MSS. ἰατρική, παρασιτική. Σίμων ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος. Τυχιάδης οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, λέγοις Jacobs: δὲ τοῖς (δέ τοι, δέοι) MSS. ἀληθῆ δέ, διοίσει. Σίμων ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν μετέχοιεν Gesner: μετέχοιμεν MSS. αὐτῆς. Τυχιάδης τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντως πάντως Seiler: πάνυ ὡς MSS. ἐπίστασαι. Σίμων πάνυ μὲν οὖν. Τυχιάδης μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα.