Τυχιάδης κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν; Σίμων ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν παιδαγωγὸν Ψ (?), vulg.: παῖδα MSS. (πατέρα N). τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας. Τυχιάδης οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί; Σίμων τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός. Τυχιάδης καὶ σὺ ἄρα παράσιτος; Σίμων πάνυ ὠνείδισας, ὦ Τυχιάδη. Τυχιάδης ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν; Σίμων οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι. Τυχιάδης καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες; εὖ λέγοντες Harmon: not in MSS. Dindorf supplies εὐφρανεῖτε after ἐμὲ, below. Σίμων πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί. Τυχιάδης καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς. Σίμων τὸ ποῖον; Τυχιάδης εἴ γε καὶ εἴ γε καὶ Hirschig: εἰ ξέσαι MSS. ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ. Σίμων καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ.