Σίμων ἔτι οἱ μὲν βουλόμενοι τὰς ἄλλας τέχνας κατορθοῦν ὀλιγοσιτίαις καὶ ὀλιγοποσίαις χρῶνται καθάπερ οἱ νοσοῦντες, πολυποσίαις δὲ καὶ πολυσιτίαις οὐκ ἔστιν εὐφραινόμενον μανθάνειν. Σίμων καὶ αἱ μὲν ἄλλαι τέχναι χωρὶς ὀργάνων οὐδαμῶς τῷ κεκτημένῳ ὑπηρετεῖν δύνανται· οὔτε γὰρ αὐλεῖν ἔνι χωρὶς αὐλῶν οὔτε ψάλλειν ἄνευ λύρας οὔτε ἱππεύειν ἄνευ ἵππου· αὕτη δὲ οὕτως ἐστὶν ἀγαθὴ καὶ οὐ βαρεῖα τῷ τεχνίτῃ, ὥστε ὑπάρχει καὶ μηδὲν ἔχοντι ὅπλον χρῆσθαι αὐτῇ. Σίμων καὶ ὡς ἔοικεν ἄλλας τέχνας μανθάνομεν μισθὸν διδόντες, ταύτην δὲ λαμβάνοντες. ἔτι τῶν μὲν ἄλλων τεχνῶν εἰσι διδάσκαλοί τινες, Σίμων τῆς δὲ παρασιτικῆς οὐδείς, ἀλλʼ ὥσπερ ἡ ποιητικὴ κατὰ Σωκράτη καὶ αὕτη τινὶ θείᾳ μοίρᾳ παραγίγνεται. Σίμων κἀκεῖνο δὲ σκόπει, ὅτι τὰς μὲν ἄλλας τέχνας ὁδεύοντες ἢ πλέοντες οὐ δυνάμεθα διαπράττεσθαι, ταύτῃ ταύτῃ vulg.: αὐτῇ MSS. δέ ἐστι χρῆσθαι καὶ ἐν ὁδῷ καὶ πλέοντι.