Σίμων καὶ μὴν οὐχὶ κατὰ ταῦτα μόνον οὐδὲν προσήκει τὸ ἡδὺ τῷ Ἐπικούρῳ, ἀλλὰ καὶ κατʼ ἐκεῖνα· ὁ γὰρ Ἐπίκουρος οὗτος, ὅστις ποτέ ἐστιν ὁ σοφός, ἤτοι φαγεῖν ἔχει ἢ οὔ· εἰ μὲν οὐκ ἔχει, οὐχ ὅπως ἡδέως ζήσεται, ζήσεται Cobet: οὐ ζήσεται MSS. ἀλλʼ οὐδὲ ζήσεται· εἰ δὲ ἔχει, εἴτε παρʼ ἑαυτοῦ εἴτε παρʼ ἄλλου· εἰ μὲν οὖν παρʼ ἄλλου τὸ φαγεῖν ἔχοι, παράσιτός ἐστι καὶ οὐχ ὃς ὃς vulg.: ὡς MSS. λέγει· εἰ δὲ παρʼ ἑαυτοῦ, οὐχ ἡδέως ζήσεται. Τυχιάδης πῶς οὐχ ἡδέως; Σίμων εἰ γὰρ ἔχοι τὸ φαγεῖν παρʼ ἑαυτοῦ, πολλά τοι, ὦ Τυχιάδη, τὰ ἀηδέα τὰ ἀηδέα Harmon not in MSS. τῷ τοιούτῳ βίῳ παρακολουθεῖν ἀνάγκη· καὶ ἄθρει πόσα. δεῖ τὸν μέλλοντα βιώσεσθαι καθʼ ἡδονὴν τὰς ἐγγιγνομένας ὀρέξεις ἁπάσας ἀναπληροῦν. ἢ τί φής; Τυχιάδης κἀμοὶ δοκεῖ. Σίμων οὐκοῦν τῷ μὲν συχνὰ κεκτημένῳ ἴσως τοῦτο παρέχει, τῷ δὲ ὀλίγα καὶ μηδὲν οὐκέτι· ὥστε πένης οὐκ ἂν σοφὸς γένοιτο οὐδὲ ἐφίκοιτο τοῦ τέλους, λέγω δὴ τοῦ ἡδέος. ἀλλʼ οὐδὲ μὴν ὁ πλούσιος, ὁ παρὰ τῆς οὐσίας ἀφθόνως ταῖς ἐπιθυμίαις χορηγῶν, δυνήσεται τοῦδε ἐφικέσθαι. τί δή ποτε; ὅτι πᾶσα ἀνάγκη τὸν ἀναλίσκοντα τὰ ἑαυτοῦ πολλαῖς περιπίπτειν ἀηδίαις, τοῦτο μὲν τῷ μαγείρῳ κακῶς σκευάσαντι τὸ ὄψον μαχόμενον ἢ εἰ μὴ μάχοιτο φαῦλα παρὰ τοῦτο ἐσθίοντα τὰ ὄψα καὶ τοῦ ἡδέος ὑστεροῦντα, ὑστεροῦντα Seager: ὑστερεῖν MSS. τοῦτο δὲ τῷ οἰκονομοῦντι τὰ κατὰ τὴν οἰκίαν, εἰ μὴ καλῶς οἰκονομοίη, μαχόμενον. ἢ οὐχ οὕτως; Τυχιάδης νὴ Δία, κἀμοὶ δοκεῖ. Σίμων τῷ μὲν οὖν Ἐπικούρῳ πάντα συμβαίνειν εἰκός, ὥστε οὐδέποτε τεύξεται τοῦ τέλους· τῷ δὲ παρασίτῳ οὔτε μάγειρός ἐστιν ᾧ χαλεπήναι, οὔτε ἀγρὸς οὔτε οἶκος οἷκος Harmon: οἰκονόμος MSS. Cf. 53. οὔτε ἀργύρια, ὑπὲρ ὧν ἀπολλυμένων ἀχθεσθείη, ὥστε καὶ φάγοι καὶ πίοι μόνος οὗτος ὑπὸ μηδενός, ὧν ἐκείνους ἀνάγκη, ἐνοχλούμενος.