Τυχιάδης τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης; Σίμων πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν. Τυχιάδης ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; Σίμων μὰ Δία. Τυχιάδης Τί δέ, ἰατρικήν; Σίμων οὐδὲ ταύτην. Τυχιάδης ἀλλὰ γεωμετρίαν; Σίμων οὐδαμῶς. Τυχιάδης τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία. Σίμων ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει δόκει vulg.: δοκεῖν MSS. τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς. Τυχιάδης ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης. Σίμων ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ ἀλλʼ οὐδὲ γὰρ Harmon: ἀλλ’ οὐδὲ Ν, οὐδὲ γὰρ other MSS. τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί. Τυχιάδης τίνος οὖν ἑτέρας; Σίμων τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, εἰ δέ σοι καὶ λόγῳ Harmon: εἰ δὲ καὶ σοὶ (σὺ, σὺν) λόγῳ MSS. Εditors, except Jacobitz, omit σοι. οὐκ ἔχω εἰπεῖν. Τυχιάδης τίνα ταύτην; Σίμων οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ. Τυχιάδης ἀλλʼ οὐκ ἀνέξομαι. Σίμων τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι. Τυχιάδης καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν. Σίμων εἰσαῦθις, ὦ Τυχιάδη. Τυχιάδης μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ. Σίμων ἡ παρασιτική.