Τυχιάδης τί ποτε ἄρα, ὦ Σίμων, οἱ μὲν ἄλλοι ἄνθρωποι καὶ ἐλεύθεροι καὶ δοῦλοι τέχνην ἕκαστός τινα ἐπίστανται διʼ ἧς αὑτοῖς τέ εἰσιν καὶ ἄλλῳ χρήσιμοι, σὺ δέ, ὡς ἔοικεν, ἔργον οὐδὲν ἔχεις διʼ οὗ ἄν τι ἢ αὐτὸς ἀπόναιο ἢ ἄλλῳ μεταδοίης; Σίμων πῶς τοῦτο ἐρωτᾷς, ὦ Τυχιάδη; οὐδέπω οἶδα. πειρῶ δὴ σαφέστερον ἐρωτᾶν. Τυχιάδης ἔστιν ἥντινα τυγχάνεις ἐπιστάμενος τέχνην, οἷον μουσικήν; Σίμων μὰ Δία. Τυχιάδης Τί δέ, ἰατρικήν; Σίμων οὐδὲ ταύτην. Τυχιάδης ἀλλὰ γεωμετρίαν; Σίμων οὐδαμῶς. Τυχιάδης τί δέ, ῥητορικήν; φιλοσοφίας μὲν γὰρ τοσοῦτον ἀπέχεις ὅσον καὶ ἡ κακία. Σίμων ἐγὼ μέν, εἰ οἷόν τε εἶναι, καὶ πλεῖον. ὥστε μὴ δόκει δόκει vulg.: δοκεῖν MSS. τοῦτο καθάπερ ἀγνοοῦντι ὀνειδίσαι· φημὶ γὰρ κακὸς εἶναι καὶ χείρων ἢ σὺ δοκεῖς. Τυχιάδης ναί. ἀλλὰ ταύτας μὲν ἴσως τὰς τέχνας οὐκ ἐξέμαθες διὰ μέγεθος αὐτῶν καὶ δυσκολίαν, τῶν δὲ δημοτικῶν τινα, τεκτονικὴν ἢ σκυτοτομικήν; καὶ γὰρ οὐδὲ τἄλλα οὕτως ἔχει σοι, ὡς μὴ καὶ τοιαύτης ἂν δεηθῆναι τέχνης. Σίμων ὀρθῶς λέγεις, ὦ Τυχιάδη· ἀλλʼ οὐδὲ γὰρ ἀλλʼ οὐδὲ γὰρ Harmon: ἀλλ’ οὐδὲ Ν, οὐδὲ γὰρ other MSS. τούτων οὐδεμιᾶς ἐπιστήμων εἰμί. Τυχιάδης τίνος οὖν ἑτέρας; Σίμων τίνος; ὡς ἐγὼ οἶμαι, γενναίας· ἣν εἰ μάθοις, καὶ σὲ ἐπαινέσειν οἴομαι. ἔργῳ μὲν οὖν κατορθοῦν φημι ἤδη, εἰ δέ σοι καὶ λόγῳ, εἰ δέ σοι καὶ λόγῳ Harmon: εἰ δὲ καὶ σοὶ (σὺ, σὺν) λόγῳ MSS. Εditors, except Jacobitz, omit σοι. οὐκ ἔχω εἰπεῖν. Τυχιάδης τίνα ταύτην; Σίμων οὔπω μοι δοκῶ τοὺς περὶ ταύτην ἐκμεμελετηκέναι λόγους. ὥστε ὅτι τέχνην μέν τινα ἐπίσταμαι, ὑπάρχει ἤδη σοι γιγνώσκειν καὶ μὴ διὰ τοῦτο χαλεπῶς μοι ἔχειν· ἥντινα δέ, αὖθις ἀκούσῃ. Τυχιάδης ἀλλʼ οὐκ ἀνέξομαι. Σίμων τό γε τῆς τέχνης παράδοξον ἴσως φανεῖταί σοι ἀκούσαντι. Τυχιάδης καὶ μὴν διὰ τοῦτο σπουδάζω μαθεῖν. Σίμων εἰσαῦθις, ὦ Τυχιάδη. Τυχιάδης μηδαμῶς, ἀλλʼ ἤδη λέγε, εἰ μή περ ἄρα αἰσχύνῃ. Σίμων ἡ παρασιτική. Τυχιάδης κᾆτα εἰ μὴ μαίνοιτό τις, ὦ Σίμων, τέχνην ταύτην φαίη ἄν; Σίμων ἔγωγε· εἰ δέ σοι μαίνεσθαι δοκῶ, τοῦ μηδεμίαν ἄλλην ἐπίστασθαι τέχνην αἰτίαν εἶναί μοι τὴν μανίαν δόκει καί με τῶν ἐγκλημάτων ἤδη ἀφίει. φασὶ γὰρ τὴν δαίμονα ταύτην τὰ μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν παιδαγωγὸν Ψ (?), vulg.: παῖδα MSS. (πατέρα N). τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας. Τυχιάδης οὐκοῦν, ὦ Σίμων, ἡ παρασιτικὴ τέχνη ἐστί; Σίμων τέχνη γάρ, κἀγὼ ταύτης δημιουργός. Τυχιάδης καὶ σὺ ἄρα παράσιτος; Σίμων πάνυ ὠνείδισας, ὦ Τυχιάδη. Τυχιάδης ἀλλʼ οὐκ ἐρυθριᾷς παράσιτον σαυτὸν καλῶν; Σίμων οὐδαμῶς· αἰσχυνοίμην γὰρ ἄν, εἰ μὴ λέγοιμι. Τυχιάδης καὶ νὴ Δία ὁπόταν σε βουλώμεθα γνωρίζειν τῶν οὐκ ἐπισταμένων τῳ, ὅτε χρῄζοι μαθεῖν, ὁ παράσιτος δῆλον ὅτι φήσομεν εὖ λέγοντες; εὖ λέγοντες Harmon: not in MSS. Dindorf supplies εὐφρανεῖτε after ἐμὲ, below. Σίμων πολὺ μᾶλλον τοῦτο λέγοντες ἐμὲ ἢ Φειδίαν ἀγαλματοποιόν· χαίρω γὰρ τῇ τέχνῃ οὐδέν τι ἧττον ἢ Φειδίας ἔχαιρε τῷ Διί. Τυχιάδης καὶ μὴν ἐκεῖνό μοι σκοποῦντι προοῖσται γέλως πάμπολυς. Σίμων τὸ ποῖον; Τυχιάδης εἴ γε καὶ εἴ γε καὶ Hirschig : εἰ ξέσαι MSS. ταῖς ἐπιστολαῖς ἄνωθεν ὥσπερ ἔθος ἐπιγράφοιμεν, Σίμωνι παρασίτῳ. Σίμων καὶ μὴν ἂν ἐμοὶ μᾶλλον χαρίζοιο ἢ Δίωνι ἐπιγράφων φιλοσόφῳ. Τυχιάδης ἀλλὰ σὺ μὲν ὅπως χαίρεις καλούμενος, οὐδὲν ἢ μικρόν μοι μέλει· σκοπεῖν δὲ δεῖ καὶ τὴν ἄλλην ἀτοπίαν. Σίμων τίνα μήν; Τυχιάδης εἰ καὶ ταύτην ταῖς ἄλλαις τέχναις ἐγκαταλέξομεν, ὥστε ἐπειδὰν πυνθάνηταί τις, ὁποία τις αὕτη τέχνη ἐστί, λέγειν, οἷον γραμματικὴ ἢ ἢ Fritzsche : not in MSS. ἰατρική, παρασιτική. Σίμων ἐγὼ μέν, ὦ Τυχιάδη, πολὺ μᾶλλον ταύτην ἤ τινα ἑτέραν τέχνην φαίην ἄν. εἰ δέ σοι φίλον ἀκούειν, καὶ ὅπως οἴομαι λέγοιμι ἄν, καίπερ οὐ παντάπασιν ὤν, ὡς ἔφθην εἰπών, ἐπὶ τοῦτο παρεσκευασμένος. Τυχιάδης οὐθέν, εἰ καὶ σμικρὰ λέγοις, λέγοις Jacobs : δὲ τοῖς (δέ τοι, δέοι) MSS. ἀληθῆ δέ, διοίσει. Σίμων ἴθι δὴ πρῶτον, εἴ σοι δοκεῖ, περὶ τῆς τέχνης, ἥτις ποτὲ οὖσα τυγχάνει τῷ γένει, σκοπῶμεν· οὑτωσὶ γὰρ ἐπακολουθήσαιμεν ἂν καὶ ταῖς κατʼ εἶδος τέχναις, εἴπερ ἄρα ὀρθῶς μετέχοιεν μετέχοιεν Gesner : μετέχοιμεν MSS. αὐτῆς. Τυχιάδης τί ποτʼ οὖν ἐστιν ἡ τέχνη; πάντως πάντως Seiler : πάνυ ὡς MSS. ἐπίστασαι. Σίμων πάνυ μὲν οὖν. Τυχιάδης μὴ τοίνυν ὄκνει λέγειν αὐτήν, εἴπερ οἶσθα. Σίμων τέχνη ἐστίν, ὡς ἐγὼ διαμνημονεύω σοφοῦ τινος ἀκούσας, σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῷ βίῳ. Τυχιάδης ὀρθῶς ἐκεῖνός γε εἰπὼν σύ τε ἀπομνημονεύσας. σύ τε ἀπομνημονεύσας Harmon: οὗτος ἀπομνημονεύσας Γ1; οὕτως ἀπεμνημόνευσας Γ2, other MSS. Cf. ὀρθῶς σύ γε λέγων 7. Σίμων εἰ δὲ μετέχοι τούτων ἁπάντων ἡ παρασιτική, τί ἂν ἄλλο ἢ καὶ αὐτὴ τέχνη εἴη; Τυχιάδης τέχνη γάρ, εἴπερ οὕτως ἔχοι. Σίμων φέρε δὴ καθʼ ἕκαστον τοῖς τῆς τέχνης εἴδεσιν ἐφαρμόζοντες τὴν παρασιτικήν, εἰ συνᾴδει σκοπῶμεν ἢ ἢ Fritzsche : καὶ MSS. ὁ περὶ αὐτῆς λόγος, καθάπερ αἱ πονηραὶ χύτραι διακρουόμεναι, σαθρὸν ἀποφθέγγεται. σαθρὸν (Seager) ἀποφθέγγεται Fritzsche : μὴ σαπρὸν ἀποφθεγγωνται (ἀποφθέγγηται) MSS. δεῖ τοίνυν τοίνυν MSS. (except ΓΩ) insert εἶναι καὶ ταύτην ὥσπερ καὶ. πᾶσαν τέχνην σύστημα ἐκ καταλήψεων πρῶτον πρῶτον Lacuna Fritzsche : supply εἶναι· ὦν τῷ παρασίτῳ Harmon μὲν τὸ δοκιμάζειν καὶ διακρίνειν ὅστις ἂν ἐπιτήδειος γένοιτο τρέφειν αὐτόν, καὶ ὅτῳ παρασιτεῖν ἀρξάμενος οὐκ ἂν μεταγνοίη. ἢ τὸν μὲν ἀργυρογνώμονα τέχνην τινὰ φήσομεν ἔχειν, εἴπερ ἐπίσταται διαγιγνώσκειν τά τε κίβδηλα τῶν νομισμάτων καὶ τὰ μή, τοῦτον δὲ ἄνευ τέχνης διακρίνειν τούς τε κιβδήλους τῶν ἀνθρώπων καὶ τοὺς ἀγαθούς, καὶ ταῦτα οὐχ οὐχ vulg.: not in MSS. ὥσπερ τῶν νομισμάτων καὶ τῶν ἀνθρώπων φανερῶν εὐθὺς ὄντων; αὐτὰ μέντοι ταῦτα ταῦτα vulg.: αὐτὰ MSS. καὶ ὁ σοφὸς Εὐριπίδης καταμέμφεται λέγων· ἀνδρῶν δʼ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι. ᾧ δὴ καὶ μείζων μείζων vulg.: μεῖζον MSS. ἡ τοῦ παρασίτου τέχνη, ἥ γε καὶ τὰ οὕτως ἄδηλα καὶ ἀφανῆ μᾶλλον τῆς μαντικῆς γνωρίζει τε καὶ οἶδεν. τὸ δέ γε ἐπίστασθαι λόγους λέγειν ἐπιτηδείους καὶ πράγματα πράττειν διʼ ὧν οἰκειώσεται καὶ εὐνούστατον ἑαυτὸν τῷ τρέφοντι ἀποδείξει, ἆρʼ οὐ συνέσεως καὶ καταλήψεως ἐρρωμένης εἶναί σοι δοκεῖ; Τυχιάδης καὶ μάλα. Σίμων τὸ δέ γε ἐν ταῖς ἑστιάσεσιν αὐταῖς ὅπως παντὸς ἀπέλθοι πλέον ἔχων καὶ παρευδοκιμῶν τοὺς μὴ τὴν αὐτὴν αὐτῷ κεκτημένους τέχνην, ἄνευ τινὸς λόγου καὶ σοφίας πράττεσθαι πράττεσθαι vulg.: πλάττεσθαι MSS. οἴει; Τυχιάδης οὐδαμῶς. Σίμων τί δέ, τὸ ἐπίστασθαι τὰς ἀρετὰς καὶ κακίας τῶν σιτίων καὶ τῶν ὄψων πολυπραγμοσύνην ἀτέχνου τινὸς εἶναί σοι δοκεῖ, καὶ ταῦτα τοῦ γενναιοτάτου Πλάτωνος οὑτωσὶ λέγοντος, τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης ἀκυροτέρα ἡ κρίσις;