<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg029.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg029.perseus-grc2" n="7"><p rend="align(indent)"><q> ἐγώ, φίλε παῖ, <corr>Ἑρμογλυφικὴ</corr> τέχνη εἰμί, ἣν χθὲς ἤρξω μανθάνειν, οἰκεία τέ σοι καὶ συγγενὴς οἴκοθεν·<note xml:lang="mul" type="footnote" n="v.3.p.220.n.1">μητρόθεν Fritzsche, as in Toxar. 51.</note> ὅ τε γὰρ πάππος σου —</q> εἰποῦσα τοὔνομα τοῦ μητροπάτορος — <q> λιθοξόος ἦν καὶ τὼ θείω ἀμφοτέρω καὶ μάλα εὐδοκιμεῖτον διʼ ἡμᾶς. εἰ δʼ ἐθέλεις λήρων μὲν καὶ φληνάφων τῶν παρὰ ταύτης ἀπέχεσθαι,</q>  — δείξασα τὴν ἑτέραν — <q> ἕπεσθαι δὲ καὶ συνοικεῖν ἐμοί, πρῶτα μὲν θρέψῃ γεννικῶς καὶ τοὺς ὤμους ἕξεις καρτερούς, φθόνου δὲ παντὸς ἀλλότριος ἔσῃ· καὶ οὔποτε ἄπει ἐπὶ τὴν ἀλλοδαπήν, τὴν <corr>πατρίδα</corr> καὶ τοὺς οἰκείους καταλιπών, οὐδὲ ἐπὶ λόγοις ...<note xml:lang="mul" type="footnote" n="v.3.p.220.n.2">λόγοις Lacuna noted by Bourdelot. At least ἀλλʼ ἐπʼ ἔργοις is necessary.</note> ἐπαινέσονταί σε πάντες.</q> </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg029.perseus-grc2" n="8"><p rend="align(indent)"><q> μὴ μυσαχθῇς δὲ τοῦ σχήματος<note xml:lang="mul" type="footnote" n="v.3.p.220.n.3">σχήματος Bekker: σώματος MSS.</note> τὸ εὐτελὲς μηδὲ τῆς ἐσθῆτος τὸ πιναρόν· ἀπὸ γὰρ τοιούτων ὁρμώμενος καὶ Φειδίας ἐκεῖνος ἔδειξε τὸν Δία καὶ Πολύκλειτος τὴν Ἥραν εἰργάσατο καὶ Μύρων ἐπῃνέθη καὶ Πραξιτέλης ἐθαυμάσθη. προσκυνοῦνται γοῦν οὗτοι μετὰ τῶν θεῶν. εἰ δὴ τούτων εἷς γένοιο, πῶς μὲν οὐ κλεινὸς αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἔσῃ,<note xml:lang="mul" type="footnote" n="v.3.p.220.n.4">ἔσῃ Dindorf: γένοιο MSS.</note> ζηλωτὸν δὲ καὶ τὸν πατέρα <pb n="v.3.p.222"/> ἀποδείξεις, περίβλεπτον δὲ ἀποφανεῖς καὶ τὴν πατρίδα;</q></p><p rend="align(indent)"> Ταῦτα καὶ ἔτι τούτων πλείονα διαπταίουσα καὶ βαρβαρίζουσα πάμπολλα εἶπεν ἡ Τέχνη, μάλα δὴ σπουδῇ συνείρουσα καὶ πείθειν με πειρωμένη· ἀλλʼ οὐκέτι μέμνημαι· τὰ πλεῖστα γὰρ ἤδη μου τὴν μνήμην διέφυγεν. </p><p rend="align(indent)">ἐπεὶ δʼ οὖν ἐπαύσατο, ἄρχεται ἡ ἑτέρα ὧδέ πως· </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg029.perseus-grc2" n="9"><p rend="align(indent)"><q> ἐγὼ δέ, ὦ τέκνον, Παιδεία εἰμὶ ἤδη συνήθης σοι καὶ γνωρίμη, εἰ καὶ μηδέπω εἰς τέλος μου πεπείρασαι. ἡλίκα μὲν οὖν τὰ ἀγαθὰ ποριῇ λιθοξόος γενόμενος, αὕτη προείρηκεν· οὐδὲν γὰρ ὅτι μὴ ἐργάτης ἔσῃ τῷ σώματι πονῶν κἀν τούτῳ τὴν ἅπασαν ἐλπίδα τοῦ βίου τεθειμένος, ἀφανὴς μὲν αὐτὸς ὤν, ὀλίγα καὶ ἀγεννῆ λαμβάνων, ταπεινὸς τὴν γνώμην, εὐτελὴς δὲ τὴν πρόοδον, οὔτε φίλοις ἐπιδικάσιμος οὔτε ἐχθροῖς φοβερὸς οὔτε τοῖς πολίταις ζηλωτός, ἀλλʼ αὐτὸ μόνον ἐργάτης καὶ τῶν ἐκ τοῦ πολλοῦ δήμου εἷς, ἀεὶ τὸν προὔχοντα ὑποπτήσσων καὶ τὸν λέγειν δυνάμενον θεραπεύων, λαγὼ βίον ζῶν καὶ τοῦ κρείττονος ἕρμαιον ὤν· εἰ δὲ καὶ Φειδίας ἢ Πολύκλειτος γένοιο καὶ πολλὰ θαυμαστὰ <corr>ἐξεργάσαιο,</corr> τὴν μὲν τέχνην ἅπαντες ἐπαινέσονται, οὐκ ἔστι δὲ ὅστις τῶν ἰδόντων, εἰ νοῦν ἔχοι, εὔξαιτʼ ἂν σοὶ ὅμοιος γενέσθαι· οἷος γὰρ ἂν ᾖς, βάναυσος καὶ χειρῶναξ καὶ ἀποχειροβίωτος νομισθήσῃ.</q></p></div></div></body></text></TEI>