<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg028.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg028.perseus-grc2" n="26"><p> τὸ δʼ ἕτερον ῥᾴδιον, τὸ μηκέτι ὠνεῖσθαι βιβλία. ἱκανῶς πεπαίδευσαι, ἅλις σοι τῆς σοφίας. μόνον οὐκ ἐπʼ ἄκρου τοῦ χείλους ἔχεις τὰ παλαιὰ πάντα. πᾶσαν μὲν ἱστορίαν οἶσθα, πάσας δὲ λόγων τέχνας καὶ κάλλη αὐτῶν καὶ κακίας καὶ ὀνομάτων χρῆσιν τῶν <corr>Ἀττικῶν·</corr> πάνσοφόν τι χρῆμα καὶ ἄκρον ἐν παιδείᾳ γεγένησαι διὰ τὸ πλῆθος τῶν βιβλίων. κωλύει γὰρ οὐδὲν κἀμέ σοι ἐνδιατρίβειν, ἐπειδὴ χαίρεις ἐξαπατώμενος. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg028.perseus-grc2" n="27"><p rend="align(indent)"> ἡδέως δʼ ἂν καὶ ἐροίμην σε, τὰ τοσαῦτα βιβλία ἔχων τί μάλιστα ἀναγιγνώσκεις αὐτῶν; τὰ Πλάτωνος; τὰ Ἀντισθένους; τὰ Ἀρχιλόχου;<note xml:lang="mul" type="footnote" n="v.3.p.206.n.1">Ἀρχιλόχου Guyet: Ἀντιλόχου MSS.</note> τὰ Ἱππώνακτος; ἢ τούτων μὲν ὑπερφρονεῖς, ῥήτορες δὲ μάλιστά σοι διὰ<note xml:lang="mul" type="footnote" n="v.3.p.206.n.2">σοι διὰ Jacobitz: σοι τούτων διὰ MSS.</note> <corr>χειρός;</corr> εἰπέ μοι, καὶ Αἰσχίνου τὸν κατὰ Τιμάρχου λόγον ἀναγιγνώσκεις; ἢ ἐκεῖνά γε πάντα οἶσθα καὶ γιγνώσκεις αὐτῶν ἕκαστον, τὸν δὲ Ἀριστοφάνην καὶ τὸν Εὔπολιν ὑποδέδυκας; ἀνέγνως καὶ τοὺς Βάπτας, τὸ δρᾶμα ὅλον; εἶτʼ οὐδέν σου τἀκεῖ καθίκετο, οὐδʼ ἠρυθρίασας γνωρίσας αὐτά; τοῦτο γοῦν καὶ μάλιστα θαυμάσειεν ἄν τις, τίνα ποτὲ ψυχὴν<note xml:lang="mul" type="footnote" n="v.3.p.206.n.3">ποτὲ ψυχὴν Gesner: ἀπὸ χυχῆς MSS.</note> ἔχων ἅπτῃ <pb n="v.3.p.208"/> τῶν βιβλίων, ὁποίαις αὐτὰ χερσὶν ἀνελίττεις. πότε δὲ ἀναγιγνώσκεις; μεθʼ ἡμέραν; ἀλλʼ οὐδεὶς ἑώρακε τοῦτο ποιοῦντα. ἀλλὰ νύκτωρ; πότερον ἐπιτεταγμένος ἤδη ἐκείνοις ἢ πρὸ τῶν λόγων; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg028.perseus-grc2" n="28"><p>ἀλλὰ πρὸς Κότυος<note xml:lang="mul" type="footnote" n="v.3.p.208.n.1">πρὸς Κότυος Burmeister: πρὸ σκότους MSS.</note> μηκέτι μὴ τολμήσῃς τοιοῦτο  μηδέν, ἄφες δὲ τὰ βιβλία καὶ μόνα ἐργάζου τὰ σαυτοῦ. καίτοι ἐχρῆν μηκέτι μηδὲ ἐκεῖνα„ αἰδεσθῆναι δὲ τὴν τοῦ Εὐριπίδου Φαίδραν καὶ ὑπὲρ τῶν γυναικῶν ἀγανακτοῦσαν καὶ λέγουσαν, <quote rend="blockquote"><l>οὐδὲ σκότον φρίσσουσι τὸν συνεργάτην </l><l><corr>τέρεμνά</corr> τʼ οἴκων μή ποτε φθογγὴν ἀφῇ.</l></quote> εἰ δὲ πάντως ἐμμένειν τῇ ὁμοίᾳ νόσῳ διέγνωσται, ἴθι, ὠνοῦ μὲν βιβλία καὶ οἴκοι κατακλείσας ἔχε καὶ καρποῦ τὴν δόξαν τῶν κτημάτων. ἱκανόν σοι καὶ τοῦτο. προσάψῃ δὲ μηδέποτε μηδὲ ἀναγνῷς μηδὲ ὑπαγάγῃς τῇ γλώττῃ παλαιῶν ἀνδρῶν λόγους καὶ ποιήματα μηδὲν δεινόν σε εἰργασμένα. </p><p rend="align(indent)">οἶδα ὡς μάτην ταῦτά μοι λελήρηται καὶ κατὰ τὴν παροιμίαν Αἰθίοπα σμήχειν ἐπιχειρῶ· σὺ γὰρ ὠνήσῃ καὶ χρήσῃ εἰς οὐδὲν καὶ καταγελασθήσῃ πρὸς τῶν πεπαιδευμένων, οἷς ἀπόχρη ὠφελεῖσθαι οὐκ ἐκ τοῦ κάλλους τῶν βιβλίων οὐδʼ ἐκ τῆς πολυτελείας αὐτῶν, ἀλλʼ ἐκ τῆς φωνῆς καὶ τῆς γνώμης τῶν γεγραφότων. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg028.perseus-grc2" n="29"><p> σὺ <corr>δὲ</corr> οἴει θεραπεύσειν τὴν ἀπαιδευσίαν καὶ ἐπικαλύψειν τῇ δόξῃ ταύτῃ καὶ ἐκπλήξειν τῷ πλήθει τῶν βιβλίων, οὐκ εἰδὼς ὅτι καὶ οἱ ἀμαθέστατοι τῶν ἰατρῶν τὸ αὐτὸ σοὶ ποιοῦσιν, ἐλεφαντίνους νάρθηκας καὶ σικύας ἀργυρᾶς ποιούμενοι καὶ σμίλας χρυσοκολλήτους· ὁπόταν δὲ καὶ χρήσασθαι τούτοις δέῃ, οἱ μὲν <pb n="v.3.p.210"/> οὐδὲ ὅπως χρὴ μεταχειρίσασθαι αὐτὰ <corr>ἴσασιν·</corr> παρελθὼν δέ τις εἰς τὸ μέσον τῶν μεμαθηκότων φλεβότομον εὖ μάλα ἠκονημένον ἔχων ἰοῦ τἄλλα μεστὸν ἀπήλλαξε τῆς ὀδύνης τὸν νοσοῦντα. ἵνα δὲ καὶ γελοιοτέρῳ τινὶ τὰ σὰ εἰκάσω, τοὺς κουρέας τούτους ἐπίσκεψαι, καὶ ὄψει τοὺς μὲν τεχνίτας αὐτῶν ξυρὸν καὶ μαχαιρίδας καὶ κάτοπτρον σύμμετρον ἔχοντας, τοὺς <corr>δὲ</corr> ἀμαθεῖς καὶ ἰδιώτας πλῆθος μαχαιρίδων προτιθέντας καὶ κάτοπτρα μεγάλα, οὐ μὴν λήσειν γε διὰ ταῦτα οὐδὲν εἰδότας. ἀλλὰ τὸ γελοιότατον ἐκεῖνο πάσχουσιν, ὅτι κείρονται μὲν οἱ πολλοὶ παρὰ τοῖς γείτοσιν αὐτῶν, πρὸς δὲ τὰ ἐκείνων κάτοπτρα προσελθόντες τὰς κόμας εὐθετίζουσιν. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg028.perseus-grc2" n="30"><p> καὶ σὺ τοίνυν ἄλλῳ μὲν δεηθέντι χρήσειας ἂν τὰ βιβλία, χρήσασθαι δὲ αὐτὸς οὐκ ἂν δύναιο. καίτοι οὐδὲ ἔχρησάς τινι βιβλίον πώποτε, ἀλλὰ τὸ τῆς κυνὸς ποιεῖς τῆς ἐν τῇ φάτνῃ κατακειμένης, ἣ οὔτε αὐτὴ τῶν κριθῶν ἐσθίει οὔτε τῷ ἵππῳ δυναμένῳ φαγεῖν ἐπιτρέπει.</p><p rend="align(indent)"> ταῦτα τό γε νῦν εἶναι ὑπὲρ μόνων τῶν βιβλίων <corr>παρρησιάζομαι</corr> πρὸς σέ, περὶ δὲ τῶν ἄλλων ὅσα κατάπτυστα καὶ ἐπονείδιστα ποιεῖς, αὖθις ἀκούσῃ πολλάκις.</p></div></div></body></text></TEI>