καὶ τί θαυμαστὸν εἰ τοῦτο ἔπαθες, ἀνόητος καὶ ἀπαίδευτος ἄνθρωπος, καὶ προῄεις ἐξυπτιάζων καὶ μιμούμενος βάδισμα καὶ σχῆμα καὶ βλέμμα ἐκείνου ᾧ σεαυτὸν εἰκάζων ἔχαιρες, ὅπου καὶ Πύρρον φασὶ τὸν Ἠπειρώτην, τὰ ἄλλα θαυμαστὸν ἄνδρα, οὕτως ὑπὸ κολάκων ἐπὶ τῷ ὁμοίῳ ποτὲ διαφθαρῆναι ὡς πιστεύειν ὅτι ὅμοιος ἦν Ἀλεξάνδρῳ ἐκείνῳ; καίτοι τὸ τῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν μουσικῶν τοῦτο, δὶς διὰ πασῶν ς: μυσῶν (μουσῶν r) τοῦτο διὰ πάντων MSS. τὸ πρᾶγμα ἦν· εἶδον γὰρ καὶ τὴν τοῦ Πύρρου εἰκόνα· καὶ ὅμως ἐπέπειστο ἐκμεμάχθαι τοῦ Ἀλεξάνδρου τὴν μορφήν. ἀλλʼ ἕνεκα μὲν δὴ τούτων ὕβρισταί μοι εἰς τὸν Πύρρον, ὅτι σὲ εἴκασα κατὰ τοῦτο αὐτῷ· τὸ δὲ ἀπὸ τούτου καὶ πάνυ σοι πρέπον ἂν εἴη. ἐπεὶ γὰρ οὕτω διέκειτο ὁ Πύρρος καὶ ταῦτα ὑπὲρ ἑαυτοῦ ἐπέπειστο, οὐδεὶς ὅστις οὐ συνετίθετο καὶ συνέπασχεν αὐτῷ, ἄχρι δή τις ἐν Λαρίσῃ πρεσβῦτις ξένη αὐτῷ τἀληθὲς εἰποῦσα ἔπαυσεν αὐτὸν τῆς κορύζης. ὁ μὲν γὰρ Πύρρος ἐπιδείξας αὐτῇ εἰκόνα Φιλίππου καὶ Περδίκκου καὶ Ἀλεξάνδρου καὶ Κασσάνδρου καὶ ἄλλων βασιλέων ἤρετο τίνι ὅμοιος εἴη, πάνυ πεπεισμένος ἐπὶ τὸν Ἀλέξανδρον ἥξειν αὐτήν, ἡ δὲ πολὺν χρόνον ἐπισχοῦσα, Βατραχίωνι, ἔφη, τῷ μαγείρῳ· καὶ γὰρ ἦν τις ἐν τῇ Λαρίσῃ Βατραχίων μάγειρος τῷ Πύρρῳ ὅμοιος. καὶ σὺ δὴ ᾧτινι μὲν τῶν τοῖς ὀρχησταῖς συνόντων κιναίδων ἔοικας οὐκ ἂν εἴποιμι, ὅτι δὲ μανίαν ἐρρωμένην ἔτι καὶ νῦν μαίνεσθαι δοκεῖς ἅπασιν ἐπʼ ἐκείνῃ τῇ εἰκόνι, πάνυ σαφῶς οἶδα. οὔκουν θαυμαστόν, εἰ ἀπίθανος οὕτως ζωγράφος ὢν καὶ τοῖς πεπαιδευμένοις ἐξομοιοῦσθαι ἐθέλεις, πιστεύων τοῖς τὰ τοιαῦτά σε ἐπαινοῦσι. καίτοι τί καίτοι τί Fritzsche: καὶ ὅτι (καὶ τί) MSS. ταῦτα ληρῶ; πρόδηλος γὰρ ἡ αἰτία τῆς περὶ τὰ βιβλία σπουδῆς, εἰ καὶ ὑπὸ νωθείας ἐγὼ μὴ πάλαι κατεῖδον· σοφὸν γάρ, ὡς γοῦν οἴει, τοῦτʼ ἐπινενόηκας καὶ ἐλπίδας οὐ μικρὰς ἔχεις περὶ τοῦ πράγματος, εἰ βασιλεὺς μάθοι ταῦτα σοφὸς ἀνὴρ καὶ παιδείαν μάλιστα τιμῶν· εἰ δὲ ταῦτα ὑπὲρ σοῦ ἐκεῖνος ἀκούσειεν, ὡς ὠνῇ βιβλία καὶ συνάγεις πολλά, πάντα ἐν βραχεῖ παρʼ αὐτοῦ ἔσεσθαί σοι νομίζεις. ἀλλʼ, ὦ κατάπυγον, οἴει τοσοῦτον μανδραγόραν κατακεχύσθαι αὐτοῦ ὡς ταῦτα μὲν ἀκούειν, ἐκεῖνα δὲ μὴ εἰδέναι, οἷος μέν σου ὁ μεθʼ ἡμέραν βίος, οἷοι δέ σοι πότοι, ὁποῖαι δὲ νύκτες καὶ οἵοις καὶ ἡλίκοις συγκαθεύδεις; οὐκ οἶσθα ὡς ὦτα καὶ ὀφθαλμοὶ πολλοὶ βασιλέως; τὰ δὲ σὰ οὕτω περιφανῆ ἐστιν ὡς καὶ τυφλοῖς εἶναι καὶ κωφοῖς γνώριμα· εἰ γὰρ καὶ φθέγξαιο μόνον, εἰ γὰρ καὶ λουόμενος ἀποδύσαιο, μᾶλλον δὲ μὴ ἀποδύσῃ, εἰ δοκεῖ, οἱ δʼ οἰκέται μόνον ἢν ἀποδύσωνταί σου, τί οἴει; μὴ αὐτίκα ἔσεσθαι πάντα σου πρόδηλα τὰ τῆς νυκτὸς ἀπόρρητα; εἰπὲ γοῦν μοι καὶ τόδε, εἰ Βάσσος ὁ ὑμέτερος ἐκεῖνος σοφιστὴς ἢ Βάταλος ὁ αὐλητὴς ἢ ὁ κίναιδος Ἡμιθέων ὁ Συβαρίτης, ὃς τοὺς θαυμαστοὺς ὑμῖν νόμους συνέγραψεν, ὡς χρὴ λεαίνεσθαι λεαίνεσθαι Markland : μαίνεσθα. MSS. καὶ παρατίλλεσθαι καὶ πάσχειν καὶ ποιεῖν ἐκεῖνα, — εἰ τούτων τις νυνὶ λεοντῆν περιβαλόμενος καὶ ῥόπαλον ἔχων βαδίζοι, τί οἴει φανεῖσθαι φανεῖσθαι Cobet : φαίνεσθαι MSS. τοῖς ὁρῶσιν; Ἡρακλέα εἶναι αὐτόν; οὔκ, εἴ γε μὴ χύτραις λημῶντες τυγχάνοιεν. μυρία γάρ ἐστι τὰ ἀντιμαρτυροῦντα τῷ σχήματι, βάδισμα καὶ βλέμμα καὶ φωνὴ καὶ τράχηλος ἐπικεκλασμένος καὶ ψιμύθιον καὶ μαστίχη καὶ φῦκος, οἷς ὑμεῖς κοσμεῖσθε, καὶ ὅλως κατὰ τὴν παροιμίαν, θᾶττον ἂν πέντε ἐλέφαντας ὑπὸ μάλης κρύψειας ἢ ἕνα κίναιδον. εἶτα ἡ λεοντῆ μὲν τὸν τοιοῦτον οὐκ ἂν ἔκρυψεν, σὺ δʼ οἴει λήσειν σκεπόμενος βιβλίῳ; ἀλλʼ οὐ δυνατόν· προδώσει γάρ σε καὶ ἀποκαλύψει τὰ ἄλλα ὑμῶν γνωρίσματα. τὸ δʼ ὅλον ἀγνοεῖν μοι δοκεῖς ὅτι τὰς ἀγαθὰς ἐλπίδας οὐ παρὰ τῶν βιβλιοκαπήλων δεῖ ζητεῖν, ἀλλὰ παρʼ αὑτοῦ καὶ τοῦ καθʼ ἡμέραν βίου λαμβάνειν. σὺ δʼ οἴει συνήγορον κοινὸν καὶ μάρτυρα ἔσεσθαί σοι τὸν Ἀττικὸν καὶ Καλλῖνον τοὺς βιβλιογράφους; οὔκ, ἀλλʼ ὠμούς τινας ἀνθρώπους ἐπιτρίψοντάς σε, ἢν οἱ θεοὶ ἐθέλωσι, καὶ πρὸς ἔσχατον πενίας συνελάσοντας· δέον ἔτι νῦν σωφρονήσαντα ἀποδόσθαι μέν τινι τῶν πεπαιδευμένων τὰ βιβλία ταῦτα καὶ σὺν αὐτοῖς τὴν νεόκτιστον ταύτην οἰκίαν, ἀποδοῦναι δὲ τοῖς ἀνδραποδοκαπήλοις μέρος γοῦν ἀπὸ πολλῶν τῶν ὀφειλομένων. καὶ γὰρ κἀκεῖνα· περὶ δύο ταῦτα δεινῶς ἐσπούδακας, βιβλίων τε τῶν πολυτελῶν κτῆσιν καὶ μειρακίων τῶν ἐξώρων καὶ ἤδη καρτερῶν ὠνήν, καὶ τὸ πρᾶγμά σοι πάνυ σπουδάζεται καὶ θηρεύεται. ἀδύνατον δὲ πένητα ὄντα πρὸς ἄμφω διαρκεῖν. σκόπει τοίνυν ὡς ἱερὸν χρῆμα συμβουλή. ἀξιῶ γάρ σε ἀφέμενον τῶν μηδὲν προσηκόντων τὴν ἑτέραν νόσον θεραπεύειν καὶ τοὺς ὑπηρέτας ἐκείνους ὠνεῖσθαι, ὅπως μὴ ἐπιλειπόντων σε τῶν οἴκοθεν μεταστέλλοιό τινας τῶν ἐλευθέρων, οἷς ἀκίνδυνον ἀπελθοῦσιν, ἢν μὴ λάβωσιν ἅπαντα, ἐξαγορεῦσαι τὰ πραχθέντα ὑμῖν μετὰ τὸν πότον, οἷα καὶ πρῴην αἴσχιστα περὶ σοῦ διηγεῖτο ἐξελθὼν ὁ πόρνος, ἔτι καὶ δήγματα ἐπιδεικνύς. ἀλλʼ ἔγωγε καὶ μάρτυρας ἂν παρασχοίμην τοὺς τότε παρόντας ὡς ἠγανάκτησα καὶ ὀλίγου πληγὰς ἐνέτριψα αὐτῷ χαλεπαίνων ὑπὲρ σοῦ, καὶ μάλισθʼ ὅτε καὶ ἄλλον ἐπεκαλέσατο μάρτυρα τῶν ὁμοίων καὶ ἄλλον ταὐτὰ καὶ λόγοις διηγουμένους. πρὸς δὴ ταῦτα, ὦγαθέ, ταμιεύου τἀργύριον καὶ φύλαττε, ὡς οἴκοι καὶ κατὰ πολλὴν ἀσφάλειαν ταῦτα ποιεῖν καὶ πάσχειν ἔχῃς. ὥστε μὲν γὰρ μηκέτι ἐργάζεσθαι τίς ἂν μεταπείσειέ σε; οὐδὲ γὰρ κύων ἅπαξ παύσαιτʼ ἂν σκυτοτραγεῖν μαθοῦσα.