<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="21"><sp><speaker>Ἐπίκουρος</speaker><p rend="align(indent)"> οὐ μακρά, ὦ ἄνδρες δικασταί, πρὸς ὑμᾶς ἐρῶ· δεῖ γὰρ οὐδὲ πολλῶν μοι τῶν λόγων.</p><p rend="align(indent)"> ἀλλʼ εἰ μὲν ἐπῳδαῖς τισιν ἢ φαρμάκοις ὅν φησιν ἐραστὴν ἑαυτῆς ἡ Στοὰ τὸν Διονύσιον κατηνάγκασεν ταύτης μὲν ἀπέχεσθαι, πρὸς ἑαυτὴν δὲ ἀποβλέπειν ἡ Ἡδονή, φαρμακὶς ἂν εἰκότως ἔδοξεν καὶ ἀδικεῖν ἐκέκριτο ἐπὶ τοὺς ἀλλοτρίους ἐραστὰς μαγγανεύουσα. εἰ δέ τις ἐλεύθερος ἐν ἐλευθέρᾳ τῇ πόλει, μὴ ἀπαγορευόντων τῶν νόμων, τὴν παρὰ ταύτης ἀηδίαν μυσαχθεὶς καὶ ἥν φησι κεφάλαιον<note xml:lang="mul" type="footnote" n="v.3.p.124.n.2">φασιν ἐπὶ κεφαλαίῳ β.</note> τῶν πόνων τὴν εὐδαιμονίαν παραγίγνεσθαι λῆρον οἰηθείς, τοὺς μὲν ἀγκύλους ἐκείνους λόγους καὶ λαβυρίνθοις ὁμοίους ἀπέφυγε, πρὸς δὲ τὴν Ἡδονὴν ἄσμενος ἐδραπέτευσεν ὥσπερ δεσμά τινα διακόψας <pb n="v.3.p.126"/> τὰς τῶν λόγων πλεκτάνας, ἀνθρώπινα καὶ οὐ βλακώδη φρονήσας καὶ τὸν μὲν πόνον, ὅπερ ἐστί, πονηρόν, ἡδεῖαν δὲ τὴν ἡδονὴν οἰηθείς, ἀποκλείειν ἐχρῆν αὐτόν, ὥσπερ ἐκ ναυαγίου λιμένι προσνέοντα καὶ γαλήνης ἐπιθυμοῦντα συνωθοῦντας ἐπὶ κεφαλὴν εἰς τὸν πόνον, καὶ ἔκδοτον τὸν ἄθλιον παρέχειν ταῖς ἀπορίαις, καὶ ταῦτα ὥσπερ ἱκέτην ἐπὶ τὸν τοῦ Ἐλέου βωμὸν ἐπὶ τὴν Ἡδονὴν καταφεύγοντα, ἵνα τὴν πολυθρύλητον ἀρετὴν δηλαδὴ ἐπὶ τὸ ὄρθιον ἱδρῶτι πολλῷ ἀνελθὼν ἴδῃ κᾆτα διʼ ὅλου πονήσας τοῦ βίου εὐδαιμονήσῃ μετὰ τὸν βίον; </p><p rend="align(indent)">καίτοι τίς ἂν κριτὴς δικαιότερος δόξειεν αὐτοῦ ἐκείνου, ὃς τὰ παρὰ τῆς Στοᾶς εἰδώς, εἰ καί τις ἄλλος, καὶ μόνον τέως τὸ καλὸν ἀγαθὸν οἰόμενος εἶναι, μεταμαθὼν ὡς κακὸν ὁ πόνος ἦν, τὸ βέλτιον ἐξ ἀμφοῖν δοκιμάσας εἵλετο; ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος. εἰ γοῦν τις αὐτοῖς τὸν τοῦ Γύγου δακτύλιον ἔδωκεν, ὡς περιθεμένους μὴ ὁρᾶσθαι, ἢ τὴν τοῦ Ἄϊδος κυνῆν, εὖ οἶδʼ ὅτι μακρὰ <pb n="v.3.p.128"/> χαίρειν τοῖς πόνοις φράσαντες ἐπὶ τὴν Ἡδονὴν ὠθοῦντο ἂν καὶ ἐμιμοῦντο ἅπαντες τὸν Διονύσιον, ὃς μέχρι μὲν τῆς νόσου ἤλπιζεν ὠφελήσειν τι αὐτὸν τοὺς περὶ τῆς καρτερίας λόγους· ἐπεὶ δὲ ἤλγησεν καὶ ἐνόσησεν καὶ ὁ πόνος ἀληθέστερος αὐτοῦ καθίκετο, ἰδὼν τὸ σῶμα τὸ ἑαυτοῦ ἀντιφιλοσοφοῦν τῇ Στοᾷ καὶ τἀναντία δογματίζον, αὐτῷ μᾶλλον ἢ τούτοις ἐπίστευσεν καὶ ἔγνω ἄνθρωπος ὢν καὶ ἀνθρώπου σῶμα ἔχων, καὶ διετέλεσεν οὐχ ὡς ἀνδριάντι αὐτῷ χρώμενος, εἰδὼς ὅτι ὃς ἂν ἄλλως λέγῃ καὶ Ἡδονῆς κατηγορῇ,  <quote rend="blockquote">λόγοισι χαίρει, τὸν δὲ νοῦν <corr>ἐκεῖς’</corr> ἔχει.</quote> εἴρηκα· ὑμεῖς δʼ ἐπὶ τούτοις ψηφοφορήσατε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="22"><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> μηδαμῶς, ἀλλʼ ὀλίγα μοι συνερωτῆσαι ἐπιτρέψατε. </p></sp><sp><speaker>Ἐπίκουρος</speaker><p rend="align(indent)"><corr>Ἐρώτησον·</corr> ἀποκρινοῦμαι γάρ. </p></sp><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> κακὸν ἡγῇ τὸν πόνον; </p></sp><sp><speaker>Ἐπίκουρος</speaker><p rend="align(indent)"> ναί. </p></sp><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> τὴν ἡδονὴν δὲ ἀγαθόν; </p></sp><sp><speaker>Ἐπίκουρος</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> τί δέ; οἶσθα τί διάφορον καὶ ἀδιάφορον καὶ προηγμένον καὶ ἀποπροηγμένον;  </p></sp><pb n="v.3.p.130"/><sp><speaker>Ἐπίκουρος</speaker><p rend="align(indent)"> μάλιστα. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὔ φασιν, ὦ Στοά, συνιέναι οἱ δικασταὶ τὰ δισύλλαβα ταῦτα ἐρωτήματα· <corr>ὥστε</corr> ἡσυχίαν ἄγετε. ψηφοφοροῦσι γάρ. </p></sp><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> καὶ μὴν ἐκράτησα ἄν, εἰ συνηρώτησα ἐν τῷ τρίτῳ τῶν ἀναποδείκτων σχήματι. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τίς ὑπερέσχεν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πάσαις ἡ Ἡδονή. </p></sp><sp><speaker>Στοά</speaker><p rend="align(indent)"> ἐφίημι ἐπὶ τὸν Δία. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τύχῃ τῇ ἀγαθῇ. σὺ δὲ ἄλλους κάλει. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="23"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> περὶ Ἀριστίππου Ἀρετὴ καὶ Τρυφή, καὶ Ἀρίστιππος δὲ αὐτὸς παρέστω. </p></sp><sp><speaker>Ἀρετή</speaker><p rend="align(indent)"> προτέραν ἐμὲ χρὴ τὴν Ἀρετὴν <corr>λέγειν·</corr> ἐμὸς γάρ ἐστιν Ἀρίστιππος, ὡς δηλοῦσιν οἱ λόγοι καὶ τὰ ἔργα. </p></sp><sp><speaker>Τρυφή</speaker><p rend="align(indent)"> οὐ μὲν οὖν, ἀλλʼ ἐμὲ τὴν Τρυφήν· ἐμὸς γὰρ ὁ ἀνήρ, ὡς ἔστιν ὁρᾶν ἀπὸ τῶν στεφάνων καὶ τῆς πορφυρίδος καὶ τῶν μύρων.  </p></sp><pb n="v.3.p.132"/><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> μὴ φιλονεικεῖτε· ὑπερκείσεται γὰρ καὶ αὕτη ἡ δίκη ἔστʼ ἂν ὁ Ζεὺς δικάσῃ περὶ τοῦ Διονυσίου· παραπλήσιον γάρ τι καὶ τοῦτο ἔοικεν εἶναι. ὥστʼ ἐὰν μὲν ἡ Ἡδονὴ κρατήσῃ, καὶ τὸν Ἀρίστιππον ἕξει ἡ Τρυφή· νικώσης δὲ αὖ τῆς Στοᾶς, καὶ οὗτος ἔσται τῆς Ἀρετῆς κεκριμένος. ὥστε ἄλλοι παρέστωσαν. τὸ δεῖνα μέντοι, μὴ λαμβανέτωσαν οὗτοι τὸ <corr>δικαστικόν·</corr> ἀδίκαστος γὰρ ἡ δίκη μεμένηκεν αὐτοῖς.  </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> μάτην οὖν ἀνεληλυθότες ὦσι γέροντες ἄνδρες οὕτω μακρὰν τὴν ἀνάβασιν;  </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> ἱκανόν, εἰ τριτημόριον λάβοιεν. ἄπιτε, μὴ ἀγανακτεῖτε, αὖθις δικάσετε. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="24"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Διογένη Σινωπέα παρεῖναι καιρός, καὶ σὺ ἡ Ἀργυραμοιβικὴ λέγε. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> καὶ μὴν ἄν γε μὴ παύσηται ἐνοχλοῦσα, ὦ Δίκη, οὐκέτι δρασμοῦ δικάσεταί μοι, ἀλλὰ πολλῶν καὶ βαθέων <corr>τραυμάτων·</corr> ἐγὼ γὰρ αὐτίκα μάλα πατάξας<note xml:lang="mul" type="footnote" n="v.3.p.132.n.1">πατάξω γ.</note> τῷ ξύλῳ — </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τί τοῦτο; πέφευγεν ἡ Ἀργυραμοιβική, ὁ δὲ διώκει ἐπηρμένος τὸ βάκτρον. οὐ μέτριόν τι κακὸν ἡ ἀθλία ἔοικε λήψεσθαι. τὸν Πύρρωνα κήρυττε.  </p></sp></div><pb n="v.3.p.134"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg026.perseus-grc1" n="25"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀλλʼ ἡ μὲν Γραφικὴ πάρεστιν, ὦ Δίκη, ὁ Πύρρων δὲ οὐδὲ τὴν ἀρχὴν ἀνελήλυθεν, καὶ ἐῴκει τοῦτο πράξειν. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> διὰ τί, ὦ Ἑρμῆ; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὅτι οὐδὲν ἡγεῖται κριτήριον ἀληθὲς εἶναι. </p></sp><sp><speaker>Δίκη</speaker><p rend="align(indent)"> τοιγαροῦν ἐρήμην αὐτοῦ καταδικασάτωσαν. τὸν λογογράφον ἤδη κάλει τὸν Σύρον. καίτοι πρῴην ἀπηνέχθησαν κατʼ αὐτοῦ αἱ γραφαί, καὶ οὐδὲν ἤπειγεν ἤδη κεκρίσθαι. πλὴν ἀλλʼ ἐπεὶ ἔδοξεν, προτέραν εἰσάγαγε τῆς Ῥητορικῆς τὴν δίκην. βαβαί, ὅσοι συνεληλύθασιν ἐπὶ τὴν ἀκρόασιν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> εἰκότως, ὦ Δίκη· τό τε γὰρ μὴ ἕωλον εἶναι τὴν κρίσιν, ἀλλὰ καινὴν καὶ <corr>ξένην,</corr> χθές, ὥσπερ ἔφης, ἐπηγγελμένην,<note xml:lang="mul" type="footnote" n="v.3.p.134.n.2">χθές—ἐπηγγελμένην not in β</note> καὶ τὸ ἐλπίζειν ἀκούσεσθαι Ῥητορικῆς μὲν καὶ Διαλόγου ἐν τῷ μέρει κατηγορούντων, ἀπολογουμένου δὲ πρὸς ἀμφοτέρους τοῦ Σύρου, τοῦτο πολλοὺς ἐπήγαγε τῷ δικαστηρίῳ. πλὴν ἀλλὰ ἄρξαι ποτέ, ὦ Ῥητορική, τῶν λόγων. </p></sp></div></div></body></text></TEI>