Παρρησιάδης ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον· κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν; Ἔλεγχος ὁ Πλατωνικὸς εἶναι λέγων. Παρρησιάδης καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν; Πλάτων ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπʼ ἄλλον καθείσθω. Παρρησιάδης καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε; Ἔλεγχος ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν. Παρρησιάδης ΠΑΡΡ. Harmon: no change of speaker in MSS. ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ περισκοπεῖ Seybold, Fritzsche: περισκόπει MSS. ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω. Ἀριστοτέλης μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ· ἀγνοῶ γὰρ ὅστις ἐστίν. Παρρησιάδης οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν πετρῶν.