<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="47"><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ <pb n="v.3.p.70"/> πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)"> πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. </p></sp><sp><speaker>Ἱερεία</speaker><p rend="align(indent)"> ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. </p></sp><sp><speaker>Ἱερεία</speaker><p rend="align(indent)"> λάμβανε. </p></sp><sp><speaker>Φιλοσοφία</speaker><p rend="align(indent)">τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ; </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε· σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="48"><sp rend="merge"><speaker>Παρρησιάδης</speaker><p> ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, <corr>ἀλλὰ</corr> γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον <pb n="v.3.p.72"/> ἤδη <corr>ἐστίν·</corr> <corr>ἔψαυσεν·</corr> εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε,<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.1">ἀνάσπα· Ἔλεγχε γ: not in β, vulg.</note> συνεπιλαβοῦ τῆς ὁρμιᾶς. </p></sp><sp><speaker>Ἔλεγχος</speaker><p rend="align(indent)"> ἄνω ἐστί. φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε.<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.2"> κύων οὗτός γε ς, L. Bos: αὔων οὗτός γε γ: not in β.</note> Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δίʼ ἔπιεν.<note xml:lang="mul" type="footnote" n="v.3.p.72.n.3"> μὰ Δι'  ἔπιεν: γ, but after κοιλίᾳ: after δέλεαρ Harmon. Previous edd. omit. β omits καὶ τὸ δέλεαρ . . . ἄγκιστρον.</note> τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> οὐδαμῶς. </p></sp><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.  </p></sp><pb n="v.3.p.74"/><sp><speaker>Παρρησιάδης</speaker><p rend="align(indent)"> θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. </p></sp><sp><speaker>Διογένης</speaker><p rend="align(indent)"> νὴ Δίʼ, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως. </p></sp></div></div></body></text></TEI>