Ἀλήθεια ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖά ἐστιν. Φιλοσοφία ἀλλʼ ἡμῖν, ὦ Ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἂν καὶ καταμηνύοις ἕκαστα. Ἀλήθεια οὐκοῦν ἐπάγωμαι καὶ τὼ θεραπαινιδίω τούτω εὐνοϊκοτάτω μοι ὄντε; Φιλοσοφία καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς. Ἀλήθεια ἕπεσθον, ὦ Ἐλευθερία καὶ Παρρησία, μεθʼ ἡμῶν, ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα καὶ κινδυνεύοντα ἐπὶ μηδεμιᾷ προφάσει δικαίᾳ σῶσαι δυνηθῶμεν. σὺ δέ, ὦ Ἔλεγχε, αὐτοῦ περίμεινον. Παρρησιάδης μηδαμῶς, ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος· εἰ καί τις ἄλλος Fritzsche: καὶ εἴ τις ἄλλος γ; not in β. οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις προσπολεμῆσαι δεήσει με, ἀλλʼ ἀλλ’ edd. not in MSS. ἀλαζόσιν ἀνθρώποις καὶ δυσελέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ Ἔλεγχος. Ἔλεγχος ΕΛΕΓΧΟΣ ΕΛΕΓΧΟΣ Gesner: ΦΙΛΟΣ. vulg. Gesner: ΦΙΛΟΣ. vulg. ἀναγκαιότατος μὲν οὖν· ἄμεινον δέ, εἰ καὶ τὴν Ἀπόδειξιν παραλάβοις. Ἀλήθεια ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαῖοι δοκεῖτε πρὸς τὴν δίκην. Πλάτων ὁρᾷς; προσεταιρίζεται καθʼ ἡμῶν, ὦ Φιλοσοφία, τὴν Ἀλήθειαν. Φιλοσοφία εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ Ἀλήθεια οὖσα; Πλάτων οὐ τοῦτο, ἀλλὰ δεινῶς πανοῦργός ἐστιν καὶ κολακικός· ὥστε παραπείσει αὐτήν. Φιλοσοφία θαρρεῖτε· οὐδὲν μὴ γένηται ἄδικον, Δικαιοσύνης ταύτης συμπαρούσης.