<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="1"><sp><speaker>Σωκράτης</speaker><p rend="align(indent)"> βάλλε βάλλε τὸν κατάρατον ἀφθόνοις τοῖς λίθοις· ἐπίβαλλε τῶν βώλων· προσεπίβαλλε καὶ τῶν <corr>ὀστράκων·</corr> παῖε τοῖς ξύλοις τὸν <corr>ἀλιτήριον·</corr> ὅρα μὴ διαφύγῃ· καὶ σὺ βάλλε, ὦ <corr>Πλάτων·</corr> καὶ σύ, ὦ Χρύσιππε, καὶ σὺ δέ, καὶ πάντες ἅμα·<note xml:lang="mul" type="footnote" n="v.3.p.2.n.2">καὶ σὺ δέ, καὶ πάντες ἅμα· Punctuation A M.H.: καὶ σὺ δὲ καὶ πάντες ἅμα συν. γ; καὶ σὺ δέ, πάντες ἅμα συν. β, edd.</note> συνασπίσωμεν ἐπʼ αὐτόν, <quote rend="blockquote">ὡς πήρη πήρῃφιν ἀρήγῃ, βάκτρα δὲ βάκτροις,</quote> κοινὸς γὰρ πολέμιος, καὶ οὐκ ἔστιν ἡμῶν ὅντινα οὐχ ὕβρικε. σὺ δέ, ὦ Διόγενες, εἴ ποτε καὶ ἄλλοτε, χρῶ τῷ ξύλῳ· μηδὲ ἀνῆτε· διδότω τὴν ἀξίαν βλάσφημος ὤν. τί τοῦτο; κεκμήκατε, ὦ Ἐπίκουρε καὶ Ἀρίστιππε; καὶ μὴν οὐκ ἐχρῆν. <quote rend="blockquote">ἀνέρες ἔστε, σοφοί, μνήσασθε δὲ θούριδος ὀργῆς.</quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg025.perseus-grc2" n="2"><sp rend="merge"><speaker>Σωκράτης</speaker><p> Ἀριστότελες, ἐπισπούδασον· ἔτι θᾶττον.<note xml:lang="mul" type="footnote" n="v.3.p.2.n.3"> ἐπισπούδασον· ἔτι θᾶττον Punctuation Κ. Schwartz: ἐπισπούδασον ἔτι θᾶττον MSS.</note> εὖ ἔχει· ἑάλωκεν τὸ θηρίον. εἰλήφαμέν σε, ὦ μιαρέ. εἴσῃ γοῦν αὐτίκα οὕστινας ἡμᾶς ὄντας <pb n="v.3.p.4"/> ἐκακηγόρεις. τῷ <corr>τρόπῳ</corr> δέ τις αὐτὸν καὶ μετέλθῃ; ποικίλον γάρ τινα θάνατον ἐπινοῶμεν κατʼ αὐτοῦ πᾶσιν ἡμῖν ἐξαρκέσαι δυνάμενον· καθʼ ἕκαστον γοῦν ἑπτάκις δίκαιός ἐστιν ἀπολωλέναι. </p></sp><sp><speaker>Φιλόσοφος</speaker><p rend="align(indent)"> ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν. </p></sp><sp><speaker>Ἄλλος1</speaker><p rend="align(indent)"> νὴ Δία, μαστιγωθέντα γε πρότερον. </p></sp><sp><speaker>Ἄλλος2</speaker><p rend="align(indent)"> πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω. </p></sp><sp><speaker>Ἄλλος3</speaker><p rend="align(indent)"> τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω. </p></sp><sp><speaker>Σωκράτης</speaker><p rend="align(indent)"> σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ; </p></sp><sp><speaker>Ἐμπεδοκλῆς</speaker><p rend="align(indent)"> εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ λοιδορεῖσθαι τοῖς κρείττοσιν. </p></sp><sp><speaker>Πλάτων</speaker><p rend="align(indent)"> καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα <quote rend="blockquote">λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον,</quote> ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο. </p></sp></div></div></body></text></TEI>