Ἀγοράστης τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ; Διογένης παντοδαπός. Ἀγοράστης πῶς λέγεις; Διογένης τοῦ κόσμου πολίτην ὁρᾷς. Ἀγοράστης ζηλοῖς δὲ δὴ τίνα; Διογένης τὸν Ἡρακλέα. Ἀγοράστης τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ. Διογένης τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος. Ἀγοράστης εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις; Διογένης ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν· τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.