Ζεύς μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν. Ἑρμῆς σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον. Ἀγοράστης ποῖος δέ τις ἐστί; Ἑρμῆς μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς. Ἀγοράστης πῶς λέγεις; Ἑρμῆς ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν. Ἀγοράστης τί δὲ γινώσκει μάλιστα; Ἑρμῆς τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός. Ἀγοράστης ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν; Ἑρμῆς εἴκοσι μνῶν. Ἀγοράστης πολλοῦ πολλοῦ Reitz: πολύ MSS. λέγεις. Ἑρμῆς οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων. Ἀγοράστης Ἡράκλεις τῆς ἀκριβολογίας. Ἑρμῆς τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον; Ἀγοράστης πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν τῶν Cobet: not in MSS. εἴκοσιν. Ἑρμῆς εἶεν. Ζεύς τίς λοιπὸς ἡμῖν; Ἑρμῆς καταλείπεται ὁ Σκεπτικὸς ἡμῖν. EPM. καταλείπεται ὁ Σκεπτικὸς Bekker: ἡμῖν καταλείπεται. EPM. ὁ Σκεπτικὸς MSS. οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται; Ἀγοράστης ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι; Πύρρων οὐδέν. Ἀγοράστης πῶς τοῦτο ἔφησθα; Πύρρων ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ. Ἀγοράστης οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες; Πύρρων οὐδὲ τοῦτο οἶδα. Ἀγοράστης οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις; Πύρρων πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ. Ἀγοράστης ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται; Πύρρων ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον. Ἀγοράστης τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς; Πύρρων τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν. Ἀγοράστης τί δὲ τοῦτό σοι ἀδύνατον; Πύρρων ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω. Ἀγοράστης εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως; Πύρρων ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν. Ἀγοράστης οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις; Πύρρων καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων. Ἀγοράστης ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι; Ἑρμῆς μνᾶς Ἀττικῆς· Ἀγοράστης λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε; Πύρρων ἄδηλον. Ἀγοράστης μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον. Πύρρων ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι. Ἀγοράστης καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην. Πύρρων τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής; Ἀγοράστης ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες. Πύρρων πάρεισι γὰρ ἡμῖν τινες; Ἀγοράστης ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον. Πύρρων ἔπεχε περὶ τούτου. Ἀγοράστης μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην. Ἑρμῆς σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.