Ἀγοράστης ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν. Χρύσιππος οὐδαμῶς· οὐ γὰρ ἐφʼ ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ οὐκ ἐφʼ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν. Ἀγοράστης οὐ μανθάνω ᾗ καὶ λέγεις. Χρύσιππος τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δʼ ἀνάπαλιν ἀποπροηγμένα; Ἀγοράστης οὐδὲ νῦν μανθάνω. Χρύσιππος εἰκότως· οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει. Ἀγοράστης πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα· καὶ γὰρ οὐκ οἶδʼ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων. Χρύσιππος ἀλλʼ οὐδεὶς φθόνος· ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν. Ἀγοράστης ὢ τῆς ἀγχινοίας· τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι; Χρύσιππος τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός. Ἀγοράστης Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις. Χρύσιππος σκόπει γοῦν· ἔστι σοι παιδίον; Ἀγοράστης τί μήν; Χρύσιππος τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται ὐπισχνῆται Fritzsche: ὑπισχνεῖται MSS. αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι; Ἀγοράστης δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών. Χρύσιππος θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα. Ἀγοράστης τὰ ποῖα; Χρύσιππος τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον. Ἀγοράστης τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις; Χρύσιππος Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε· παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δʼ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον· ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ; Ἀγοράστης ναί. Χρύσιππος τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις; Ἀγοράστης δηλαδὴ ἀγνοεῖν. Χρύσιππος ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν. Ἀγοράστης οὐ μὲν οὖν· ἀλλʼ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δʼ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος; Χρύσιππος περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς. Ἀγοράστης γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν; Χρύσιππος ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψετα λήψεται Jacobitz: not in MSS. ι καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται λήψεται Jacobitz: not in MSS. ἄρα καὶ τὸν δεύτερον· . Ἀγοράστης οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται; Χρύσιππος μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα ἕνεκα Dindorf: εἴνεκα MSS. λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην. Ἀγοράστης καὶ μὴν τοὐναντίον ἐχρῆν ἐχρῆν Ψ (?), Seager, Fritzsche: ἔφης MSS. τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην. Χρύσιππος σκώπτεις, ὦ οὗτος. ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ. Ἀγοράστης καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους; Χρύσιππος ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν. Χρύσιππος ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον. Ἀγοράστης πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς. Χρύσιππος ὧδέ πως· ὁ λίθος σῶμά ἐστι; Ἀγοράστης ναί. Χρύσιππος τί δέ; τὸ ζῷον οὐ σῶμα; Ἀγοράστης ναί. Χρύσιππος σὺ δὲ ζῷον; Ἀγοράστης ἔοικα γοῦν. Χρύσιππος λίθος ἄρα εἶ σῶμα ὤν. Ἀγοράστης μηδαμῶς. ἀλλʼ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον. Χρύσιππος οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον; Ἀγοράστης οὔ. Χρύσιππος τί δέ; λίθος ζῷον; Ἀγοράστης οὔ. Χρύσιππος σὺ δὲ σῶμα εἶ; Ἀγοράστης ναί. Χρύσιππος σῶμα δὲ ὢν ζῷον εἶ; Ἀγοράστης ναί. Χρύσιππος οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν. Ἀγοράστης εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ; Ἑρμῆς μνᾶς δώδεκα. Ἀγοράστης λάμβανε. Ἑρμῆς μόνος δὲ αὐτὸν ἐώνησαι; Ἀγοράστης μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς. Ἑρμῆς πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.