Ἑρμῆς τίνα πρῶτον ἐθέλεις παραγάγωμεν; Ζεύς τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται. Ἑρμῆς οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις. Ζεύς κήρυττε δή. Ἑρμῆς τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν; Ἀγοράστης τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν; Ἑρμῆς ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις. Ἀγοράστης ἔξεστιν αὐτὸν ἀνακρίνειν; Ἑρμῆς ἀνάκρινε ἀγαθῇ τύχῃ.