Ἑρμῆς τίνα πρῶτον ἐθέλεις παραγάγωμεν; Ζεύς τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται. Ἑρμῆς οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις. Ζεύς κήρυττε δή. Ἑρμῆς τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν; Ἀγοράστης τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν; Ἑρμῆς ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις. Ἀγοράστης ἔξεστιν αὐτὸν ἀνακρίνειν; Ἑρμῆς ἀνάκρινε ἀγαθῇ τύχῃ. Ἀγοράστης ποδαπὸς εἶ σύ; Πυθαγόρας Σάμιος. Ἀγοράστης ποῦ δὲ ἐπαιδεύθης; Πυθαγόρας ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι. Ἀγοράστης φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει; διδάξει Κ. Schwartz: διδάξεις MSS. Πυθαγόρας διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ. Ἀγοράστης πῶς ἀναμνήσεις; Πυθαγόρας καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας. Ἀγοράστης καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως; Πυθαγόρας τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν. Ἀγοράστης ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν; Πυθαγόρας Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι. Ἀγοράστης χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.