Σωκράτης καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν. Ἀγοράστης Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν. Σωκράτης τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον; Ἀγοράστης Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον; Σωκράτης οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς. Ἀγοράστης ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων. Σωκράτης ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου. Ἀγοράστης τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους; Σωκράτης νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν. Ἀγοράστης τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ; Σωκράτης καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις. Ἀγοράστης βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον ; Σωκράτης αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων. Ἀγοράστης ποῦ δὲ ἑστᾶσιν; Σωκράτης οὐδαμοῦ· εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν. Ἀγοράστης οὐχ ὁρῶ ταῦθʼ ἅπερ λέγεις τὰ παραδείγματα. Σωκράτης εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα. Ἀγοράστης τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ; Ἑρμῆς δὸς δύο τάλαντα. Ἀγοράστης Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ. Ἑρμῆς τί σοι τοὔνομα; Ἀγοράστης Δίων Συρακούσιος. Ἑρμῆς ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρʼ ὅσον δυσσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος. Ἀγοράστης τίς ἡ τιμή; Ἑρμῆς δύο μναῖ. Ἀγοράστης λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων; Ἑρμῆς τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας. Ἀγοράστης χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν. Ζεύς ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς. Ἑρμῆς εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει; Ἀγοράστης πῶς τοῦτο φής; Ἑρμῆς ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν. Ἀγοράστης οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα; Ἑρμῆς ἔοικεν.