Ἑρμῆς βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον; Ζεύς πάνυ μὲν οὖν. Ἑρμῆς δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον; Ἀγοράστης εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις; Σωκράτης παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά. Ἀγοράστης πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι. Σωκράτης τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν. Ἀγοράστης ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.