Ἀγοράστης ἄπαγε· μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις. Διογένης ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν· οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλʼ ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός· κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς. Ἀγοράστης πρὸς ταῦτα μὲν οὐ δέομαί σου. ναύτης δʼ ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύʼ ὀβολῶν. Ἑρμῆς ἔχε λαβών· καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.