Ζεύς σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει. Ἑρμῆς ΕΡΜΗΣ. Du Soul, Fritzsche: no change of speaker in MSS. ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν. Ζεύς ΖΕΥΣ. πολλοὶ . . . οὖν Du Soul, Fritzsche: EPM. πολλοὶ . . . αὐτούς. ΖΕΥΣ. πωλῶμεν οὖν vulg. πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν. Ἑρμῆς τίνα πρῶτον ἐθέλεις παραγάγωμεν; Ζεύς τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται. Ἑρμῆς οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις. Ζεύς κήρυττε δή. Ἑρμῆς τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν; Ἀγοράστης τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν; Ἑρμῆς ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις. Ἀγοράστης ἔξεστιν αὐτὸν ἀνακρίνειν; Ἑρμῆς ἀνάκρινε ἀγαθῇ τύχῃ. Ἀγοράστης ποδαπὸς εἶ σύ; Πυθαγόρας Σάμιος. Ἀγοράστης ποῦ δὲ ἐπαιδεύθης; Πυθαγόρας ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι. Ἀγοράστης φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει; διδάξει Κ. Schwartz: διδάξεις MSS. Πυθαγόρας διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ. Ἀγοράστης πῶς ἀναμνήσεις; Πυθαγόρας καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας. Ἀγοράστης καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως; Πυθαγόρας τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν. Ἀγοράστης ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν; Πυθαγόρας Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι. Ἀγοράστης χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή. Πυθαγόρας εἶτʼ ἐπὶ τουτέοισιν ἀριθμέειν. Ἀγοράστης οἶδα καὶ νῦν ἀριθμεῖν. Πυθαγόρας πῶς ἀριθμέεις; Ἀγοράστης ἕν, δύο, τρία, τέτταρα. Πυθαγόρας ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον. Ἀγοράστης οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς. Πυθαγόρας μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται. Ἀγοράστης μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ; Πυθαγόρας καὶ μάλα ἐμφανέα· οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην. Ἀγοράστης θαυμάσια λέγεις. Πυθαγόρας πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι. Ἀγοράστης τί φής; ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν πρὸς σὲ διαλέγομαι; Πυθαγόρας νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι. Ἀγοράστης τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον ἐς μορφὰς πλείονας;