<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="6"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πόλεις <corr>ἐκεῖναί</corr> εἰσιν οὓς φωλεοὺς εἶναι νομίζεις. </p></sp><pb n="v.2.p.408"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῇ Κασταλίᾳ καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὅτι τί; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ· ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν. ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου γε ὅ τι γελῴην, ἀκούσας τινὸς ἥσθην εἰς ὑπερβολήν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> τί δὲ τοῦτο ἦν; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἐπὶ δεῖπνον, οἶμαι, κληθείς τις<note xml:lang="mul" type="footnote" n="v.2.p.408.n.1">τις ς, Herwerden: not in best MSS.</note> ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν, <q>μάλιστα ἥξω,</q> ἔφη, καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐμπεσοῦσα οὐκ οἶδʼ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν. ἐγέλασα οὖν οὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσιν. ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="7"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἔχʼ ἀτρέμα· καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε<note xml:lang="mul" type="footnote" n="v.2.p.408.n.2">σε not in MSS.: after ὀξυδερκέστατον Sommerbrodt, after ἐν βραχεῖ Harmon</note> ἀποφανῶ παρʼ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν. </p></sp><pb n="v.2.p.410"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> λέγε μόνον. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"><quote rend="blockquote"><l>ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν,</l><l>ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.</l></quote> τί ἐστιν; ἤδη ὁρᾷς; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὑπερφυῶς γε· τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ· ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι. ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδʼ αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι, ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁρᾷς, ὀνειδιστικὸν τοῦτο εἰς τὴν τέχνην. ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ ῥαψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι· καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν. ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν <corr>ναῦν·</corr> ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ <pb n="v.2.p.412"/> Κύκλωπι. οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="8"><sp rend="merge"><speaker>Χάρων</speaker><p>εἰπὲ γάρ μοι· <quote rend="blockquote"><l>τίς τʼ ἄρʼ<note xml:lang="mul" type="footnote" n="v.2.p.412.n.1">τ'  ἄρʼ Fritzsche: γὰρ MSS (om. Γ).</note> ὅδʼ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε,</l><l>ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους;</l></quote> </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής. ἐπικροτοῦσι δʼ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετʼ <corr>ὀλίγοι</corr> συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει; κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ. τί δʼ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν <pb n="v.2.p.414"/> παρέξοντα ὁπόταν πλέῃ, μηδʼ ἐμπίδα οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="9"><sp rend="merge"><speaker>Χάρων</speaker><p>σὺ δέ μοι ἐκεῖνο εἰπέ, <quote rend="blockquote">τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ;</quote> οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ <corr>διαλεγόμενον.</corr> βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> πάνυ μὲν οὖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="10"><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος<note xml:lang="mul" type="footnote" n="v.2.p.414.n.1">ἄσημος καὶ γ, Ν: ἄσημος καὶ ἐπίσημος?</note> χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> τί ἄρα ὁ Σόλων ἐρεῖ; </p></sp><pb n="v.2.p.416"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες· ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἔστω· ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας. ὁ δεύτερος δὲ τίς ἂν εἴη; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τʼ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων εἶναι; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος ἀφίκῃ τοῦ βίου· ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι τὴν περὶ τῶν τοιούτων κρίσιν. </p></sp></div></div></body></text></TEI>