<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="21"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὦ μακάριε, οὐκ οἶσθα ὅπως αὐτοὺς ἡ ἄγνοια καὶ ἡ ἀπάτη διατεθείκασιν, ὡς μηδʼ ἂν τρυπάνῳ ἔτι διανοιχθῆναι αὐτοῖς τὰ ὦτα, τοσούτῳ κηρῷ ἔβυσαν αὐτά, οἷόν περ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους ἔδρασε δέει τῆς Σειρήνων ἀκροάσεως. πόθεν οὖν ἂν ἐκεῖνοι δυνηθεῖεν ἀκοῦσαι, ἢν καὶ σὺ κεκραγὼς διαρραγῇς; ὅπερ <corr>γὰρ</corr> παρʼ ὑμῖν ἡ Λήθη δύναται, <pb n="v.2.p.438"/> τοῦτο ἐνταῦθα ἡ ἄγνοια ἐργάζεται. πλὴν ἀλλὰ εἰσὶν αὐτῶν ὀλίγοι οὐ παραδεδεγμένοι τὸν κηρὸν ἐς τὰ ὦτα, πρὸς τὴν ἀλήθειαν ἀποκλίνοντες, ὀξὺ δεδορκότες ἐς τὰ πράγματα καὶ κατεγνωκότες οἷά ἐστιν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὐκοῦν ἐκείνοις γοῦν ἐμβοήσωμεν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> περιττὸν καὶ τοῦτο, λέγειν πρὸς αὐτοὺς ἃ ἴσασιν. ὁρᾷς ὅπως ἀποσπάσαντες τῶν πολλῶν καταγελῶσι τῶν γιγνομένων καὶ οὐδαμῆ οὐδαμῶς ἀρέσκονται αὐτοῖς, ἀλλὰ δῆλοί εἰσι δρασμὸν ἤδη βουλεύοντες παρʼ ὑμᾶς ἀπὸ τοῦ βίου. καὶ γὰρ καὶ μισοῦνται ἐλέγχοντες αὐτῶν τὰς ἀμαθίας. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> εὖ γε, ὦ γεννάδαι· πλὴν πάνυ ὀλίγοι εἰσίν, ὦ Ἑρμῆ.</p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἱκανοὶ καὶ οὗτοι. ἀλλὰ κατίωμεν ἤδη. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="22"><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"><corr>Ἓν</corr> ἔτι ἐπόθουν, ὦ Ἑρμῆ, εἰδέναι, καί μοι δείξας αὐτὸ ἐντελῆ ἔσῃ τὴν περιήγησιν πεποιημένος, τὰς ἀποθήκας τῶν σωμάτων, ἵνα κατορύττουσι, θεάσασθαι. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἠρία, ὦ Χάρων, καὶ τύμβους καὶ τάφους καλοῦσι τὰ τοιαῦτα. πλὴν τὰ πρὸ τῶν πόλεων ἐκεῖνα τὰ χώματα ὁρᾷς καὶ τὰς στήλας καὶ πυραμίδας; ἐκεῖνα πάντα νεκροδοχεῖα καὶ σωματοφυλάκιά ἐστιν. </p></sp><pb n="v.2.p.440"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> τί οὖν ἐκεῖνοι στεφανοῦσι τοὺς λίθους καὶ χρίουσι μύρῳ; οἱ δὲ καὶ πυρὰν νήσαντες πρὸ τῶν χωμάτων καὶ βόθρον τινὰ ὀρύξαντες καίουσί τε ταυτὶ τὰ πολυτελῆ δεῖπνα καὶ εἰς τὰ ὀρύγματα οἶνον καὶ μελίκρατον, ὡς γοῦν εἰκάσαι, ἐγχέουσιν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὐκ οἶδα, ὦ πορθμεῦ, τί ταῦτα πρὸς τοὺς ἐν Ἅιδου· πεπιστεύκασι δʼ οὖν τὰς ψυχὰς ἀναπεμπομένας κάτωθεν δειπνεῖν μὲν ὡς οἷόν τε περιπετομένας τὴν κνῖσαν καὶ τὸν καπνόν, πίνειν δὲ ἀπὸ τοῦ βόθρου τὸ μελίκρατον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἐκείνους ἔτι πίνειν ἢ ἐσθίειν, ὧν τὰ κρανία ξηρότατα; καίτοι γελοῖός εἰμι σοὶ λέγων ταῦτα ὁσημέραι κατάγοντι αὐτούς. οἶσθα οὖν εἰ δύναιντʼ ἂν ἔτι ἀνελθεῖν ἅπαξ ὑποχθόνιοι γενόμενοι. ἐπεί τοι καὶ παγγέλοια ἄν, ὦ Ἑρμῆ, ἔπασχον, οὐκ ὀλίγα πράγματα ἔχων, εἰ ἔδει μὴ κατάγειν μόνον αὐτούς, ἀλλὰ καὶ αὖθις ἀνάγειν πιομένους. ὦ μάταιοι, τῆς ἀνοίας, οὐκ εἰδότες ἡλίκοις ὅροις διακέκριται τὰ νεκρῶν καὶ τὰ ζώντων πράγματα καὶ οἷα τὰ παρʼ ἡμῖν ἐστι καὶ ὅτι <quote rend="blockquote"><l>κάτθανʼ ὁμῶς <corr>ὅ</corr> τʼ ἄτυμβος ἀνὴρ <corr>ὅς</corr> τʼ ἔλλαχε τύμβου, </l><l>ἐν δὲ ἰῇ τιμῇ Ἶρος κρείων τʼ <corr>Ἀγαμέμνων·</corr> </l><l><corr>Θερσίτῃ</corr> δʼ ἶσος Θέτιδος παῖς ἠϋκόμοιο </l><pb n="v.2.p.442"/><l>πάντες δʼ εἰσὶν ὁμῶς νεκύων ἀμενηνὰ κάρηνα, </l><l>γυμνοί τε ξηροί τε κατʼ ἀσφοδελὸν λειμῶνα. </l></quote></p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="23"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Ἡράκλεις, ὡς πολὺν τὸν Ὅμηρον ἐπαντλεῖς. ἀλλʼ ἐπείπερ ἀνέμνησας, ἐθέλω σοι δεῖξαι τὸν τοῦ Ἀχιλλέως τάφον. ὁρᾷς τὸν ἐπὶ τῇ θαλάττῃ; Σίγειον μὲν ἐκεῖθέν ἐστι τὸ Τρωϊκόν· ἀντικρὺ δὲ ὁ Αἴας τέθαπται ἐν τῷ Ῥοιτείῳ. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> οὐ μεγάλοι, ὦ Ἑρμῆ, οἱ τάφοι. τὰς πόλεις δὲ τὰς ἐπισήμους δεῖξόν μοι ἤδη, ἃς κάτω ἀκούομεν, τὴν Νίνον τὴν Σαρδαναπάλλου καὶ Βαβυλῶνα καὶ Μυκήνας καὶ Κλεωνὰς καὶ τὴν Ἴλιον <corr>αὐτήν·</corr> πολλοὺς γοῦν μέμνημαι διαπορθμεύσας ἐκεῖθεν, ὡς δέκα ὅλων ἐτῶν μὴ νεωλκῆσαι μηδὲ διαψῦξαι τὸ σκαφίδιον. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἡ Νίνος μέν, ὦ πορθμεῦ, ἀπόλωλεν ἤδη καὶ οὐδὲ ἴχνος ἔτι λοιπὸν αὐτῆς, οὐδʼ ἂν εἴποις ὅπου ποτὲ <corr>ἦν·</corr> ἡ Βαβυλὼν δέ σοι ἐκείνη ἐστὶν ἡ εὔπυργος, ἡ τὸν μέγαν περίβολον, οὐ μετὰ πολὺ καὶ αὐτὴ ζητηθησομένη ὥσπερ ἡ Νίνος· Μυκήνας δὲ καὶ Κλεωνὰς αἰσχύνομαι δεῖξαί σοι, καὶ μάλιστα τὸ Ἴλιον. ἀποπνίξεις γὰρ εὖ οἶδʼ ὅτι τὸν Ὅμηρον κατελθὼν ἐπὶ τῇ μεγαληγορίᾳ τῶν ἐπῶν. πλὴν ἀλλὰ πάλαι μὲν ἦσαν εὐδαίμονες, νῦν δὲ τεθνᾶσι καὶ αὗται· ἀποθνήσκουσι γάρ, ὦ πορθμεῦ, καὶ πόλεις ὥσπερ ἄνθρωποι, καὶ τὸ <pb n="v.2.p.444"/> παραδοξότατον, καὶ ποταμοὶ ὅλοι· Ἰνάχου γοῦν οὐδὲ τάφος ἔτι ἐν Ἄργει καταλείπεται. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> παπαὶ τῶν ἐπαίνων, Ὅμηρε, καὶ τῶν ὀνομάτων, Ἴλιος ἱρὴ καὶ εὐρυάγυια καὶ ἐϋκτίμεναι Κλεωναί. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="24"><sp rend="merge"><speaker>Χάρων</speaker><p>ἀλλὰ μεταξὺ λόγων, τίνες <corr>ἐκεῖνοί</corr> εἰσιν οἱ πολεμοῦντες ἢ ὑπὲρ τίνος ἀλλήλους φονεύουσιν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Ἀργείους ὁρᾷς, ὦ Χάρων, καὶ Λακεδαιμονίους καὶ τὸν ἡμιθνῆτα ἐκεῖνον στρατηγὸν Ὀθρυάδαν τὸν ἐπιγράφοντα τὸ τρόπαιον τῷ αὑτοῦ αἵματι.<note xml:lang="mul" type="footnote" n="v.2.p.444.n.1">αἴματι M: ὀνόματι other MSS.</note> </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὑπὲρ τίνος δʼ αὐτοῖς, ὦ Ἑρμῆ, ὁ πόλεμος; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ὑπὲρ τοῦ πεδίου αὐτοῦ, ἐν ᾧ μάχονται. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὢ τῆς ἀνοίας, οἵ γε οὐκ ἴσασιν ὅτι, κἂν ὅλην τὴν Πελοπόννησον ἕκαστος αὐτῶν κτήσωνται, μόγις ἂν ποδιαῖον λάβοιεν τόπον παρὰ τοῦ <corr>Αἰακοῦ·</corr> τὸ δὲ πεδίον τοῦτο ἄλλοτε ἄλλοι γεωργήσουσι πολλάκις ἐκ βάθρων τὸ τρόπαιον ἀνασπάσαντες τῷ ἀρότρῳ. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὕτω μὲν ταῦτα ἔσται· ἡμεῖς δὲ καταβάντες ἤδη καὶ κατὰ χώραν εὐθετήσαντες αὖθις τὰ ὄρη ἀπαλλαττώμεθα, ἐγὼ μὲν καθʼ ἃ ἐστάλην, σὺ δὲ <pb n="v.2.p.446"/> ἐπὶ τὸ <corr>πορθμεῖον·</corr> ἥξω δέ σοι καὶ αὐτὸς μετʼ ὀλίγον νεκροστολῶν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> εὖ γε ἐποίησας, ὦ Ἑρμῆ· εὐεργέτης εἰς ἀεὶ ἀναγεγράψῃ, ὠνάμην γάρ τι διὰ σὲ τῆς ἀποδημίας. — οἷά ἐστι τὰ τῶν κακοδαιμόνων ἀνθρώπων πράγματα — βασιλεῖς, πλίνθοι χρυσαῖ, ἐπιτύμβια,<note xml:lang="mul" type="footnote" n="v.2.p.446.n.1">ἐπντύμβια Allinson: ἑκατόμβαι MSS.</note> μάχαι· Χάρωνος δὲ οὐδεὶς λόγος.</p></sp></div></div></body></text></TEI>