<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="11"><sp rend="merge"><speaker>Χάρων</speaker><p><corr>ἀλλὰ</corr> τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων φέρουσι; </p></sp><pb n="v.2.p.418"/><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφʼ ὧν καὶ ἀπολεῖται μικρὸν <corr>ὕστερον·</corr> φιλόμαντις δὲ ἁνὴρ<note xml:lang="mul" type="footnote" n="v.2.p.418.n.1">ἁνὴρ Dindorf: ἄνηρ Γ; ὁ ἀνὴρ other MSS.</note> ἐκτόπως. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετʼ ἐρυθήματος; νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ<note xml:lang="mul" type="footnote" n="v.2.p.418.n.2">δεσμὰ Spath: δεσμὰ καὶ πλοῦς MSS. Somebody has put in an allusion to the quest of the Golden Fleece.</note> καὶ ἐμπορίαι καὶ δουλεῖαι; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον; οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ναί· ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπʼ <corr>αὐτῶν·</corr> τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι· πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τὰ ἄλλα. </p></sp><pb n="v.2.p.420"/><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται <corr>αὐτόν·</corr> ἐπακούσωμεν οὖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="12"><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> νὴ Δίʼ· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν,<note xml:lang="mul" type="footnote" n="v.2.p.420.n.1">ἀποφανεῖν Dindorf: ἀποφαίνειν MSS.</note> εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> πῶς γὰρ οὔ; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ <corr>χρυσίον</corr> δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> οὐ πάνυ τι. </p></sp><pb n="v.2.p.422"/><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> πῶς ἀμείνων ὁ σίδηρος χρυσίου; </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἐρώτα, ὦ Σόλων. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> οἱ σώζοντες δηλαδή. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε; </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ὁ σίδηρος δῆλον ὅτι. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> εὐφήμει, ἄνθρωπε. </p></sp><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν; </p></sp><pb n="v.2.p.424"/><sp><speaker>Σόλων</speaker><p rend="align(indent)"> οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ <corr>ἤν</corr> τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν. </p></sp><sp><speaker>Κροῖσος</speaker><p rend="align(indent)"> ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="13"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὐ φέρει ὁ Λυδός, ὦ Χάρων, τὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων, ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα, πένης ἄνθρωπος οὐχ ὑποπτήσσων, τὸ δὲ παριστάμενον ἐλευθέρως λέγων. μεμνήσεται δʼ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος, ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι· ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλωσμένα, ἐν οἷς καὶ ταῦτα ἐγέγραπτο, Κροῖσον μὲν ἁλῶναι ὑπὸ Κύρου, Κῦρον δὲ αὐτὸν ὑπʼ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν. ὁρᾷς τὴν Σκυθίδα, τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> νὴ Δία. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> Τόμυρις ἐκείνη ἐστί, καὶ τὴν κεφαλήν γε ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος. ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον; Καμβύσης ἐκεῖνός <corr>ἐστιν·</corr> οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς <corr>ἔν</corr> <pb n="v.2.p.426"/> τε Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν Ἆπιν. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὢ πολλοῦ γέλωτος. ἀλλὰ νῦν τίς ἂν αὐτοὺς προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων; ἢ τίς ἂν πιστεύσειεν ὡς μετʼ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν ἀσκῷ αἵματος; </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="14"><sp rend="merge"><speaker>Χάρων</speaker><p>ἐκεῖνος δὲ τίς ἐστιν, ὦ Ἑρμῆ, ὁ τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος, ὁ τὸ διάδημα, ᾧ τὸν δακτύλιον ὁ μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών, <quote rend="blockquote">νήσῳ ἐν ἀμφιρύτῃ; βασιλεὺς δέ τις εὔχεται εἶναι.</quote> </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> εὖ γε παρῳδεῖς, ὦ Χάρων. ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγούμενον εἶναι· ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ σατράπῃ ἀνασκολοπισθήσεται ἅθλιος<note xml:lang="mul" type="footnote" n="v.2.p.426.n.1">ἄθλιος Herswerden: ἄθλιος MSS.</note> ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου· καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα. </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ἄγαμαι Κλωθοῦς γεννικῆς· καῖε<note xml:lang="mul" type="footnote" n="v.2.p.426.n.2">καῖε Struve: καὶ MSS. Fritzsche reads ἄγαμαι Κλωθοῦς· γεννικῶς καῖε.</note> αὐτούς, ὦ βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες· ἐν τοσούτῳ δὲ ἐπαιρέσθων ὡς ἂν ἀφʼ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι. ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῷ σκαφιδίῳ μήτε τὴν πορφυρίδα μήτε τιάραν ἢ κλίνην χρυσῆν κομίζοντας. </p></sp></div><pb n="v.2.p.428"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg023.perseus-grc2" n="15"><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> καὶ τὰ μὲν τούτων ὧδε ἕξει. τὴν δὲ πληθὺν ὁρᾷς, ὦ Χάρων, τοὺς πλέοντας αὐτῶν, τοὺς πολεμοῦντας, τοὺς δικαζομένους, τοὺς γεωργοῦντας, τοὺς δανείζοντας, τοὺς προσαιτοῦντας; </p></sp><sp><speaker>Χάρων</speaker><p rend="align(indent)"> ὁρῶ ποικίλην τινὰ τὴν διατριβὴν καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσιν, ἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖ, ὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ φέρουσι τὸ ὑποδεέστερον. ὁ δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἐλπίδες, ὦ Χάρων, καὶ δείματα καὶ ἄγνοιαι καὶ ἡδοναὶ καὶ φιλαργυρίαι καὶ ὀργαὶ καὶ μίση καὶ τὰ τοιαῦτα. τούτων δὲ ἡ ἄγνοια μὲν κάτω συναναμέμικται αὐτοῖς καὶ συμπολιτεύεται, καὶ νὴ Δία καὶ τὸ μῖσος καὶ ὀργὴ καὶ ζηλοτυπία καὶ ἀμαθία καὶ ἀπορία καὶ φιλαργυρία, ὁ φόβος δὲ καὶ αἱ ἐλπίδες ὑπεράνω πετόμενοι ὁ μὲν ἐμπίπτων ἐκπλήττει ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖ, αἱ δʼ ἐλπίδες ὑπὲρ κεφαλῆς αἰωρούμεναι, ὁπόταν μάλιστα οἴηταί τις ἐπιλήψεσθαι αὐτῶν, ἀναπτάμεναι οἴχονται κεχηνότας αὐτοὺς ἀπολιποῦσαι, ὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα ὁρᾷς ὑπὸ τοῦ ὕδατος.</p></sp></div></div></body></text></TEI>