Δημέας τουτὶ μὲν οὖν σοι τὸ ψήφισμα. ἐγὼ δὲ καὶ τὸν υἱὸν ἐβουλόμην ἀγαγεῖν παρὰ σέ, ὃν ἐπὶ τῷ σῷ ὀνόματι Τίμωνα ὠνόμακα. Τίμων πῶς, ὦ Δημέα, ὃς οὐδὲ γεγάμηκας, ὅσα γε καὶ ἡμᾶς εἰδέναι; Δημέας ἀλλὰ γαμῶ, ἢν διδῷ θεός, ἐς νέωτα καὶ παιδοποιήσομαι καὶ τὸ γεννηθησόμενον — ἄρρεν γὰρ ἔσται — Τίμωνα ἤδη καλῶ. Τίμων οὐκ οἶδα εἰ γαμησείεις γαμησείεις Fritzche: γαμήσεις MSS. ἔτι, ὦ οὗτος, τηλικαύτην παρʼ ἐμοῦ πληγὴν λαμβάνων. Δημέας οἴμοι· τί τοῦτο; τυραννίδι Τίμων ἐπιχειρεῖς καὶ τύπτεις τοὺς ἐλευθέρους οὐ καθαρῶς ἐλεύθερος οὐδʼ αὐτὸς ὤν; ἀλλὰ δώσεις ἐν τάχει τὴν δίκην τά τε ἄλλα καὶ ὅτι τὴν ἀκρόπολιν ἐνέπρησας.