<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" n="46"><sp><speaker>Γναθωνίδης</speaker><p rend="align(indent)"> οὐκ ἐγὼ ἔλεγον ὡς οὐκ ἀμελήσουσι Τίμωνος ἀγαθοῦ ἀνδρὸς οἱ θεοί; χαῖρε Τίμων εὐμορφότατε καὶ ἥδιστε καὶ συμποτικώτατε. </p></sp><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> νὴ καὶ σύ γε, ὦ Γναθωνίδη, γυπῶν ἁπάντων βορώτατε καὶ ἀνθρώπων ἐπιτριπτότατε. </p></sp><sp><speaker>Γναθωνίδης</speaker><p rend="align(indent)"> ἀεὶ φιλοσκώμμων σύ γε. ἀλλὰ ποῦ τὸ συμπόσιον; ὡς <corr>καινόν</corr> τί σοι ᾆσμα τῶν νεοδιδάκτων διθυράμβων ἥκω κομίζων. </p></sp><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> καὶ μὴν ἐλεγεῖά γε ᾄσῃ μάλα περιπαθῶς ὑπὸ ταύτῃ τῇ δικέλλῃ.  </p></sp><pb n="v.2.p.378"/><sp><speaker>Γναθωνίδης</speaker><p rend="align(indent)"> τί τοῦτο; παίεις, ὦ Τίμων; μαρτύρομαι· ὦ Ἡράκλεις, ἰοὺ ἰού, προκαλοῦμαί σε τραύματος εἰς Ἄρειον πάγον. </p></sp><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> καὶ μὴν ἄν γε μικρὸν ἐπιβραδύνῃς, φόνου τάχα προκεκλήσομαι. </p></sp><sp><speaker>Γναθωνίδης</speaker><p rend="align(indent)"> μηδαμῶς· ἀλλὰ σύ γε πάντως τὸ τραῦμα ἴασαι μικρὸν ἐπιπάσας τοῦ <corr>χρυσίου·</corr> δεινῶς γὰρ ἴσχαιμόν ἐστι τὸ φάρμακον. </p></sp><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> ἔτι γὰρ μένεις; </p></sp><sp><speaker>Γναθωνίδης</speaker><p rend="align(indent)"> ἄπειμι· σὺ δὲ οὐ χαιρήσεις οὕτω σκαιὸς ἐκ χρηστοῦ γενόμενος. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" n="47"><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> τίς οὗτός ἐστιν ὁ προσιών, ὁ ἀναφαλαντίας; Φιλιάδης, κολάκων ἁπάντων ὁ βδελυρώτατος. οὗτος δὲ ἀγρὸν ὅλον παρʼ ἐμοῦ λαβὼν καὶ τῇ θυγατρὶ προῖκα δύο τάλαντα, μισθὸν τοῦ ἐπαίνου, ὁπότε ᾄσαντά με πάντων σιωπώντων μόνος ὑπερεπῄνεσεν ἐπομοσάμενος ᾠδικώτερον εἶναι τῶν κύκνων, ἐπειδὴ νοσοῦντα πρῴην εἶδέ με καὶ προσῆλθον ἐπικουρίας δεόμενος, πληγὰς ὁ γενναῖος προσενέτεινεν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" n="48"><sp><speaker>Φιλιάδης</speaker><p rend="align(indent)"> ὢ τῆς ἀναισχυντίας. νῦν Τίμωνα γνωρίζετε; νῦν Γναθωνίδης φίλος καὶ συμπότης; τοιγαροῦν δίκαια πέπονθεν οὕτως ἀχάριστος ὤν. ἡμεῖς δὲ οἱ πάλαι συνήθεις καὶ συνέφηβοι καὶ δημόται ὅμως <pb n="v.2.p.380"/> μετριάζομεν, ὡς μὴ ἐπιπηδᾶν δοκῶμεν. χαῖρε, ὦ δέσποτα, καὶ ὅπως τοὺς μιαροὺς τούτους κόλακας φυλάξῃ, τοὺς ἐπὶ τῆς τραπέζης μόνον, τὰ ἄλλα δὲ κοράκων οὐδὲν διαφέροντας. οὐκέτι πιστευτέα τῶν νῦν οὐδενί· πάντες ἀχάριστοι καὶ πονηροί. ἐγὼ δὲ τάλαντόν σοι κομίζων, ὡς ἔχοις πρὸς τὰ κατεπείγοντα χρῆσθαι, καθʼ ὁδὸν <corr>ἤδη</corr> πλησίον ἤκουσα, ὡς πλουτοίης ὑπερμεγέθη τινὰ πλοῦτον. ἥκω τοιγαροῦν ταῦτά σε νουθετήσων· καίτοι σύ γε οὕτω σοφὸς ὢν οὐδὲν ἴσως δεήσῃ τῶν παρʼ ἐμοῦ λόγων, ὃς καὶ τῷ Νέστορι τὸ δέον παραινέσειας ἄν. </p></sp><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> ἔσται ταῦτα, ὦ Φιλιάδη. πλὴν ἀλλὰ πρόσιθι, ὡς καὶ σὲ φιλοφρονήσωμαι τῇ δικέλλῃ. </p></sp><sp><speaker>Φιλιάδης</speaker><p rend="align(indent)"> ἄνθρωποι, κατέαγα τοῦ κρανίου ὑπὸ τοῦ ἀχαρίστου, διότι τὰ συμφέροντα ἐνουθέτουν αὐτόν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" n="49"><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> ἰδοὺ τρίτος οὗτος ὁ ῥήτωρ Δημέας προσέρχεται ψήφισμα ἔχων ἐν τῇ δεξιᾷ καὶ συγγενὴς ἡμέτερος εἶναι λέγων. οὗτος ἑκκαίδεκα παρʼ ἐμοῦ τάλαντα μιᾶς ἡμέρας ἐκτίσας τῇ πόλει — καταδεδίκαστο γὰρ καὶ ἐδέδετο οὐκ ἀποδιδούς, κἀγὼ ἐλεήσας ἐλυσάμην <corr>αὐτόν</corr> — ἐπειδὴ πρῴην ἔλαχε τῇ Ἐρεχθηΐδι φυλῇ διανέμειν τὸ θεωρικὸν κἀγὼ προσῆλθον αἰτῶν τὸ γινόμενον, οὐκ ἔφη γνωρίζειν πολίτην ὄντα με.  </p></sp></div><pb n="v.2.p.382"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" n="50"><sp><speaker>Δημέας</speaker><p rend="align(indent)">χαῖρε, ὦ Τίμων, τὸ μέγα ὄφελος τοῦ γένους, <corr>τὸ</corr> ἔρεισμα τῶν Ἀθηνῶν,<note xml:lang="mul" type="footnote" n="v.2.p.382.n.1">Ἀθηνῶν Bekker: Ἀθηναίων MSS.</note> τὸ πρόβλημα τῆς Ἑλλάδος· καὶ μὴν πάλαι σε ὁ δῆμος συνειλεγμένος καὶ αἱ βουλαὶ ἀμφότεραι περιμένουσι. πρότερον δὲ ἄκουσον τὸ ψήφισμα, ὃ ὑπὲρ σοῦ γέγραφα·</p><p rend="align(indent)"><q>ἐπειδὴ Τίμων Ἐχεκρατίδου<note xml:lang="mul" type="footnote" n="v.2.p.382.n.2">Ἐχεδρατίδου Dindorf: ὁ Ἐχεκραπίδου MSS.</note> Κολλυτεύς, ἀνὴρ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ σοφὸς ὡς οὐκ ἄλλος ἐν τῇ Ἑλλάδι, παρὰ πάντα χρόνον διατελεῖ τὰ ἄριστα πράττων τῇ πόλει, νενίκηκε δὲ πὺξ καὶ πάλην καὶ δρόμον ἐν Ὀλυμπίᾳ μιᾶς ἡμέρας καὶ τελείῳ ἅρματι καὶ συνωρίδι πωλικῇ —</q></p></sp><sp><speaker>Τίμων</speaker><p rend="align(indent)"> ἀλλʼ οὐδὲ ἐθεώρησα ἐγὼ πώποτε εἰς Ὀλυμπίαν. </p></sp><sp><speaker>Δημέας</speaker><p rend="align(indent)"> τί οὖν; θεωρήσεις <corr>ὕστερον·</corr> τὰ τοιαῦτα δὲ πολλὰ προσκεῖσθαι ἄμεινον. <q>καὶ ἠρίστευσε δὲ ὑπὲρ <corr>τῆς</corr> πόλεως πέρυσι πρὸς Ἀχαρναῖς<note xml:lang="mul" type="footnote" n="v.2.p.382.n.3">Ἀχαρναῖς Mehler Ἀχαονέας MSS.</note> καὶ κατέκοψε Πελοποννησίων δύο μόρας —</q> </p></sp></div></div></body></text></TEI>