<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg022.perseus-grc2" n="4"><sp rend="merge"><speaker>Τίμων</speaker><p rend="align(indent)">τοιγάρτοι ἀκόλουθα τῆς ῥᾳθυμίας τἀπίχειρα κομίζῃ παρʼ αὐτῶν, οὔτε θύοντος ἔτι σοί τινος οὔτε στεφανοῦντος, εἰ μή τις ἄρα πάρεργον Ὀλυμπίων, καὶ οὗτος οὐ πάνυ ἀναγκαῖα ποιεῖν δοκῶν, ἀλλʼ εἰς ἔθος τι ἀρχαῖον <corr>συντελῶν·</corr> καὶ κατʼ ὀλίγον Κρόνον σε, ὦ θεῶν γενναιότατε, ἀποφαίνουσι, παρωσάμενοι τῆς τιμῆς. ἐῶ λέγειν, ποσάκις ἤδη σου τὸν νεὼν <corr>σεσυλήκασιν·</corr> οἱ δὲ καὶ αὐτῷ σοὶ τὰς χεῖρας <pb n="v.2.p.330"/> Ὀλυμπίασιν ἐπιβεβλήκασι, καὶ σὺ ὁ ὑψιβρεμέτης ὤκνησας ἢ ἀναστῆσαι τοὺς κύνας ἢ τοὺς γείτονας ἐπικαλέσασθαι, ὡς βοηδρομήσαντες αὐτοὺς συλλάβοιεν ἔτι συσκευαζομένους πρὸς τὴν φυγήν· ἀλλʼ ὁ γενναῖος καὶ Γιγαντολέτωρ καὶ Τιτανοκράτωρ ἐκάθησο τοὺς πλοκάμους περικειρόμενος ὑπʼ αὐτῶν, δεκάπηχυν κεραυνὸν ἔχων ἐν τῇ δεξιᾷ.</p><p rend="align(indent)">ταῦτα τοίνυν, ὦ θαυμάσιε, πηνίκα παύσεται οὕτως ἀμελῶς παρορώμενα; ἢ πότε κολάσεις τὴν τοσαύτην ἀδικίαν; πόσοι Φαέθοντες ἢ Δευκαλίωνες ἱκανοὶ πρὸς οὕτως ὑπέραντλον ὕβριν τοῦ βίου; </p></sp></div></div></body></text></TEI>