Ἑρμῆς ἀλλὰ νῦν ὁρᾷς, ὦ Πλοῦτε, οἷος ἤδη γεγένηται; ὥστε θαρρῶν συνδιάτριβε αὐτῷ· καὶ σὺ μὲν σκάπτε ὡς ἔχεις· σὺ δὲ τὸν θησαυρὸν ὑπάγαγε τῇ δικέλλῃ· ὑπακούσεται γὰρ ἐμβοήσαντί σοι. Τίμων πειστέον, ὦ Ἑρμῆ, καὶ αὖθις πλουτητέον. τι γὰρ ἂν καὶ πάθοι τις, ὁπότε ὁπότε Hermann: ὁκόταν MSS. οἱ θεοὶ βιάζοιντο; πλὴν ὅρα γε εἰς οἷά με πράγματα ἐμβάλλεις τὸν κακοδαίμονα, ὃς ἄχρι νῦν εὐδαιμονέστατα διάγων χρυσὸν ἄφνω τοσοῦτον λήψομαι οὐδὲν ἀδικήσας καὶ τοσαύτας φροντίδας ἀναδέξομαι.