<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="6"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐκοῦν ἤδη κήρυττε καὶ παρέστωσαν ἅπαντες· ὀρθῶς γὰρ λέγεις. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἰδοὺ δὴ εἰς ἐκκλησίαν συνέλθετε οἱ θεοί· <corr>μὴ</corr> μέλλετε, συνέλθετε πάντες, ἥκετε, περὶ μεγάλων ἐκκλησιάσομεν. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὕτω ψιλά, ὦ Ἑρμῆ, καὶ ἁπλοϊκὰ καὶ πεζὰ κηρύττεις, καὶ ταῦτα ἐπὶ τοῖς μεγίστοις συγκαλῶν; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἀλλὰ πῶς γάρ, ὦ Ζεῦ, ἀξιοῖς; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ὅπως ἀξιῶ; ἀποσέμνυνε, φημί, τὸ κήρυγμα μέτροις τισὶ καὶ μεγαλοφωνίᾳ ποιητικῇ, ὡς μᾶλλον συνέλθοιεν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ναί. ἀλλʼ ἐποποιῶν, ὦ Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι· ὥστε διαφθερῶ τὸ κήρυγμα ἢ ὑπέρμετρα ἢ ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρʼ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν· ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπʼ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης <pb n="v.2.p.100"/> τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ Ἑρμῆ, τῶν Ὁμήρου ἐπῶν ἐγκαταμίγνυε τὰ πολλὰ τῷ κηρύγματι, οἷς<note xml:lang="mul" type="footnote" n="v.2.p.100.n.1">οἷς Harmon ὡς MSS.</note> ἐκεῖνος ἡμᾶς συνεκάλει· μεμνῆσθαι δέ σε εἰκός. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὐ πάνυ μὲν οὕτω σαφῶς καὶ προχείρως· πειράσομαι δὲ ὅμως.
 <quote rend="blockquote"><l>μήτε τις οὖν θήλεια θεὸς<note xml:lang="mul" type="footnote" n="v.2.p.100.n.2">θεὸς Word wanting in MSS. θεῶν ἔτι Hesdlam.</note> ... μήτε τις ἄρσην, </l><l>μηδʼ αὖ τῶν<note xml:lang="mul" type="footnote" n="v.2.p.100.n.3">αὖ τῶν Mehler: αὐτῶν MSS.</note> ποταμῶν μενέτω νόσφʼ Ὠκεανοῖο </l><l>μηδέ τε νυμφάων, ἀλλʼ ἐς Διὸς ἔλθετε πάντες </l><l>εἰς ἀγορήν, ὅσσοι τε κλυτὰς δαίνυσθʼ ἑκατόμβας, </l><l>ὅσσοι τʼ αὖ μέσατοι ἢ ὕστατοι ἢ μάλα πάγχυ </l><l>νώνυμνοι βωμοῖσι παρʼ ἀκνίσοισι κάθησθε.</l></quote> </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="7"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> εὖ γε, ὦ Ἑρμῆ, ἄριστα κεκήρυκταί σοι, καὶ συνίασι γὰρ ἤδη· ὥστε παραλαμβάνων κάθιζε αὐτοὺς κατὰ τὴν ἀξίαν ἕκαστον, ὡς ἂν ὕλης ἢ τέχνης ἔχῃ, ἐν προεδρίᾳ μὲν τοὺς χρυσοῦς, εἶτα ἐπὶ τούτοις τοὺς ἀργυροῦς, εἶτα ἑξῆς ὁπόσοι ἐλεφάντινοι, εἶτα τοὺς χαλκοῦς ἢ λιθίνους, καὶ ἐν αὐτοῖς τούτοις οἱ Φειδίου μὲν ἢ Ἀλκαμένους ἢ Μύρωνος ἢ Εὐφράνορος ἢ τῶν ὁμοίων τεχνιτῶν <corr>προτετιμήσθων,</corr> οἱ συρφετώδεις δὲ οὗτοι καὶ <pb n="v.2.p.102"/> ἄτεχνοι πόρρω που συνωσθέντες σιωπῇ ἀναπληρούντων μόνον τὴν ἐκκλησίαν. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ἔσται ταῦτα καὶ καθεδοῦνται ὡς προσήκει. ἀλλʼ ἐκεῖνο οὐ χεῖρον εἰδέναι, ἤν τις αὐτῶν χρυσοῦς μὲν ᾖ καὶ πολυτάλαντος τὴν ὁλκήν, οὐκ ἀκριβὴς δὲ τὴν ἐργασίαν, ἀλλὰ κομιδῇ ἰδιωτικὸς καὶ ἀσύμμετρος, πρὸ τῶν χαλκῶν τῶν Μύρωνος καὶ Πολυκλείτου καὶ τῶν Φειδίου καὶ Ἀλκαμένους λιθίνων<note xml:lang="mul" type="footnote" n="v.2.p.102.n.1">λιθίνων Bekker· τῶν λιθίνων MSS.</note> καθεδεῖται ἢ προτιμοτέραν χρὴ νομίζειν εἶναι τὴν τέχνην; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ἐχρῆν μὲν οὕτως, ἀλλʼ ὁ χρυσὸς ὅμως προτιμητέος. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> μανθάνω· πλουτίνδην κελεύεις ἀλλὰ μὴ ἀριστίνδην καθίζειν, καὶ ἀπὸ <corr>τιμημάτων·</corr> ἥκετʼ οὖν εἰς τὴν προεδρίαν ὑμεῖς οἱ χρυσοῖ. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="8"><sp rend="merge"><speaker>Ἑρμῆς</speaker><p>ἐοίκασι δʼ οὖν, ὦ Ζεῦ, οἱ βαρβαρικοὶ προεδρεύσειν μόνοι· ὡς τούς γε Ἕλληνας ὁρᾷς ὁποῖοί εἰσι, χαρίεντες μὲν καὶ εὐπρόσωποι καὶ κατὰ τέχνην ἐσχηματισμένοι, λίθινοι δὲ ἢ χαλκοῖ ὅμως ἅπαντες ἢ οἵ γε πολυτελέστατοι αὐτῶν ἐλεφάντινοι ὀλίγον ὅσον τοῦ χρυσοῦ ἐπιστίλβον ἔχοντες, ὡς ἐπικεχράνθαι καὶ ἐπηυγάσθαι μόνον, τὰ δὲ ἔνδον ὑπόξυλοι καὶ οὗτοι, μυῶν ἀγέλας ὅλας ἐμπολιτευομένας σκέποντες· ἡ Βενδῖς δὲ αὕτη καὶ ὁ Ἄνουβις ἐκεινοσὶ καὶ παρʼ αὐτὸν ὁ Ἄττις καὶ ὁ Μίθρης καὶ ὁ Μὴν ὁλόχρυσοι καὶ βαρεῖς καὶ πολυτίμητοι ὡς ἀληθῶς. </p></sp></div><pb n="v.2.p.104"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="9"><sp><speaker>Ποσειδῶν</speaker><p rend="align(indent)"> καὶ ποῦ τοῦτο, ὦ Ἑρμῆ, δίκαιον, τὸν κυνοπρόσωπον τοῦτον προκαθίζειν μου τὸν Αἰγύπτιον, καὶ ταῦτα Ποσειδῶνος ὄντος; </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> ναί, ἀλλὰ σὲ μέν, ὦ ἐννοσίγαιε, χαλκοῦν ὁ Λύσιππος καὶ πτωχὸν ἐποίησεν, οὐκ ἐχόντων τότε Κορινθίων χρυσόν· οὗτος δὲ ὅλοις μετάλλοις πλουσιώτερός ἐστιν. ἀνέχεσθαι οὖν χρὴ παρεωσμένον, καὶ μὴ ἀγανακτεῖν εἴ τις ῥῖνα τηλικαύτην χρυσῆν ἔχων <corr>προτετιμήσεταί</corr> σου. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="10"><sp><speaker>Ἀφροδίτη</speaker><p rend="align(indent)"> οὐκοῦν, ὦ Ἑρμῆ, κἀμὲ λαβὼν ἐν τοῖς προέδροις που κάθιζε· χρυσῆ γάρ εἰμι. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> οὐχ ὅσα γε, ὦ Ἀφροδίτη, κἀμὲ ὁρᾶν, ἀλλʼ εἰ μὴ πάνυ λημῶ, λίθου τοῦ λευκοῦ, Πεντέληθεν, οἶμαι, λιθοτομηθεῖσα, εἶτα δόξαν οὕτω Πραξιτέλει Ἀφροδίτη γενομένη Κνιδίοις παρεδόθης. </p></sp><sp><speaker>Ἀφροδίτη</speaker><p rend="align(indent)"> καὶ μὴν ἀξιόπιστόν σοι μάρτυρα τὸν Ὅμηρον παρέξομαι ἄνω καὶ κάτω τῶν ῥαψῳδιῶν χρυσῆν με τὴν Ἀφροδίτην εἶναι λέγοντα. </p></sp><sp><speaker>Ἑρμῆς</speaker><p rend="align(indent)"> καὶ γὰρ τὸν Ἀπόλλω ὁ αὐτὸς πολύχρυσον εἶναι ἔφη καὶ πλούσιον· ἀλλὰ νῦν ὄψει κἀκεῖνον ἐν τοῖς ζευγίταις που καθήμενον, ἀπεστεφανωμένον τε<note xml:lang="mul" type="footnote" n="v.2.p.104.n.1">τε Fritzsche: γε MSS.</note> ὑπὸ τῶν λῃστῶν καὶ τοὺς κόλλοπας τῆς κιθάρας περισεσυλημένον. ὥστε ἀγάπα καὶ σὺ μὴ πάνυ ἐν τῷ θητικῷ ἐκκλησιάζουσα. </p></sp></div></div></body></text></TEI>