Ἀπόλλων κέκλυτε μαντιπόλου τόδε θέσφατον Ἀπόλλωνος ἀμφʼ ἔριδος κρυερῆς, τὴν ἀνέρες ἐστήσαντο ὀξυβόαι, μύθοισι κορυσσόμενοι πυκινοῖσι. πολλὰ γὰρ ἔνθα καὶ ἔνθα μόθου ἑτεραλκέϊ κλωγμῷ ταρφέος ἄκρα κόρυμβα καταπλήσσουσιν ἐχέτλης. ἀλλʼ ὅταν αἰγυπιὸς γαμψώνυχος ἀκρίδα μάρψῃ, δὴ τότε λοίσθιον ὀμβροφόροι κλάγξουσι κορῶναι. νίκη δʼ ἡμιόνων, ὁ δʼ ὄνος θοὰ τέκνα κορύψει. Ζεύς τί τοῦτο ἀνεκάγχασας, ὦ Μῶμε; καὶ μὴν οὐ γελοῖα τὰ ἐν ποσί· παῦσαι κακόδαιμον, ἀποπνιγήσῃ ὑπὸ τοῦ γέλωτος. Μῶμος καὶ πῶς δυνατόν, ὦ Ζεῦ, ἐφʼ οὕτω σαφεῖ καὶ προδήλῳ τῷ χρησμῷ; Ζεύς οὐκοῦν καὶ ἡμῖν ἤδη ἑρμηνεύοις ἂν αὐτὸν ὅ τι καὶ λέγει. Μῶμος πάνυ πρόδηλα, ὥστε οὐδὲν ἡμῖν Θεμιστοκλέους δεήσει· φησὶ γὰρ τὸ λόγιον οὑτωσὶ διαρρήδην γόητα μὲν εἶναι τοῦτον, ὑμᾶς δὲ ὄνους κανθηλίους νὴ Δία καὶ ἡμιόνους, τοὺς πιστεύοντας αὐτῷ, οὐδʼ ὅσον αἱ ἀκρίδες τὸν νοῦν ἔχοντας. Ἡρακλῆς ἐγὼ δέ, ὦ πάτερ, εἰ καὶ μέτοικός εἰμι, οὐκ ὀκνήσω ὅμως τὰ δοκοῦντά μοι εἰπεῖν· ὁπόταν γὰρ ἤδη συνελθόντες διαλέγωνται, τηνικαῦτα, ἢν μὲν ὁ Τιμοκλῆς ὑπέρσχῃ, ἐάσωμεν προχωρεῖν τὴν συνουσίαν ὑπὲρ ἡμῶν, ἢν δέ τι ἑτεροῖον ἀποβαίνῃ, τότε ἤδη τὴν στοὰν αὐτὴν ἔγωγε, εἰ δοκεῖ, διασείσας ἐμβαλῶ τῷ Δάμιδι, ὡς μὴ κατάρατος ὢν ὑβρίζῃ ἐς ἡμᾶς. Ζεύς Ἡράκλεις, ὦ Ἡράκλεις, ἄγροικον τοῦτο εἴρηκας καὶ δεινῶς Βοιώτιον, συναπολέσαι ἑνὶ πονηρῷ τοσούτους χρηστούς, χρηστούε, K. Schwartz: not in MSS. καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνι καὶ Μιλτιάδῃ καὶ Κυνεγείρῳ. καὶ πῶς ἂν τούτων συνεμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν, τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφῃρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἴσως ἦν τι πρᾶξαι τοιοῦτον, ἀφʼ οὗ δὲ θεὸς γεγένησαι, μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι μόναι τὰ τοιαῦτα δύνανται, ἡμεῖς δὲ αὐτῶν ἄμοιροί ἐσμεν. Ἡρακλῆς οὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνευον, αἱ Μοῖραι διʼ ἐμοῦ ἐκεῖνα ἔπραττον; Ζεύς καὶ μάλα. Ἡρακλῆς καὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν; Ζεύς οὐδαμῶς. Ἡρακλῆς οὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ παρρησίας· ἐγὼ γάρ, ὡς ὁ κωμικὸς ἔφη, ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων· εἰ τοιαῦτά ἐστι τὰ ὑμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι κάτειμι εἰς τὸν Ἅιδην, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπʼ ἐμοῦ πεφονευμένων θηρίων. Ζεύς εὖ γε, οἴκοθεν ὁ μάρτυς, φασίν· ἀπέσωσάς γʼ ἂν οὖν τῷ Δάμιδι ταῦτα εἰπεῖν ὑποβαλών. ὑποβαλών Κ. Schwartz: ὑποβάλλων MSS. Ζεύς ἀλλὰ τίς ὁ σπουδῇ προσιὼν οὗτός ἐστιν, ὁ χαλκοῦς, ὁ εὔγραμμος καὶ εὐπερίγραφος, ὁ ἀρχαῖος τὴν ἀνάδεσιν τῆς κόμης; μᾶλλον δὲ ὁ σός, ὦ Ἑρμῆ, ἀδελφός ἐστιν, ὁ ἀγοραῖος, ὁ παρὰ τὴν Ποικίλην· πίττης γοῦν ἀναπέπλησται ὁσημέραι ἐκματτόμενος ὑπὸ τῶν ἀνδριαντοποιῶν. τί, ὦ παῖ, δρομαῖος ἡμῖν ἀφῖξαι; ἦ πού τι ἐκ γῆς νεώτερον ἀπαγγέλλεις; Ἑρμαγόρας ὑπέρμεγα, ὦ Ζεῦ, καὶ μυρίας τῆς σπουδῆς δεόμενον. Ζεύς λέγε ἤδη, εἴ τι καὶ ἄλλο ἡμᾶς ἐπανιστάμενον λέληθεν. Ἑρμαγόρας ἐτύγχανον μὲν ἄρτι χαλκουργῶν ὕπο πιττούμενος στέρνον τε καὶ μετάφρενον· θώραξ δέ μοι γελοῖος ἀμφὶ σώματι πλασθεὶς παρῃώρητο μιμηλῇ τέχνῃ σφραγῖδα χαλκοῦ πᾶσαν ἐκτυπούμενος· ὁρῶ δʼ ὄχλον στείχοντα καί τινας δύο ὠχροὺς κεκράκτας, πυγμάχους σοφισμάτων, Δᾶμίν τε καὶ — Ζεύς παῦε, ὦ Ἑρμαγόρα βέλτιστε, τραγῳδῶν· οἶδα γὰρ οὕστινας λέγεις. ἀλλʼ ἐκεῖνό μοι φράσον, εἰ πάλαι συγκροτεῖται αὐτοῖς ἡ ἔρις. Ἑρμαγόρας οὐ πάνυ, ἀλλʼ ἐν ἀκροβολισμοῖς ἔτι ἦσαν ἀποσφενδονῶντες ἀλλήλοις πόρρωθέν ποθεν λοιδορούμενοι. Ζεύς τί οὖν ἔτι ποιεῖν λοιπόν, ἕτι ποιεῖν λοιπόν Dindorf: ἕτι χρὴ ποιεῖν λοιπόν γ; χρὴ ποιεῖν N. ὦ θεοί, ἢ ἀκροάσασθαι ἐπικύψαντας αὐτῶν; ὥστε ἀφαιρείτωσαν αἱ Ὧραι τὸν μοχλὸν ἤδη καὶ ἀπάγουσαι τὰ νέφη ἀναπεταννύτωσαν τὰς πύλας τοῦ οὐρανοῦ. Ζεύς Ἡράκλεις, ὅσον τὸ πλῆθος ἐπὶ τὴν ἀκρόασιν ἀπηντήκασιν. ὁ δὲ Τιμοκλῆς αὐτὸς οὐ πάνυ μοι ἀρέσκει ὑποτρέμων καὶ ταραττόμενος· ἀπολεῖ ἅπαντα οὗτος τήμερον· δῆλος γοῦν ἐστιν οὐδὲ ἀντάρασθαι τῷ Δάμιδι δυνησόμενος. ἀλλʼ ὅπερ ἡμῖν δυνατώτατον, εὐχώμεθα ὑπὲρ αὐτοῦ σιγῇ ἐφʼ ἡμείων, ἵνα μὴ Δᾶμίς γε πύθηται. Τιμοκλῆς τί φής, ὦ ἱερόσυλε Δᾶμι, θεοὺς μὴ εἶναι μηδὲ προνοεῖν τῶν ἀνθρώπων; Δάμις οὔκ· ἀλλὰ σὺ πρότερος ἀπόκριναί μοι ᾧτινι λόγῳ ἐπείσθης εἶναι αὐτούς. Τιμοκλῆς οὐ μὲν οὖν, ἀλλὰ σύ, ὦ μιαρέ, ἀπόκριναι. Δάμις οὐ μὲν οὖν, ἀλλὰ σύ. Ζεύς ταυτὶ μὲν παρὰ πολὺ ὁ ἡμέτερος ἄμεινον καὶ εὐφωνότερον τραχύνεται. εὖ γε, ὦ Τιμόκλεις, ἐπίχει τῶν βλασφημιῶν· ἐν γὰρ τούτῳ σοι τὸ κράτος, ὡς τά γε ἄλλα ἰχθύν σε ἀποφανεῖ ἐπιστομίζων. Τιμοκλῆς ἀλλά, μὰ τὴν Ἀθηνᾶν, οὐκ ἂν ἀποκριναίμην σοι πρότερος. Δάμις οὐκοῦν, ὦ Τιμόκλεις, ἐρώτα· ἐκράτησας γὰρ τοῦτό γε ὀμωμοκώς· ἀλλʼ ἄνευ τῶν βλασφημιῶν, εἰ δοκεῖ.