<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="30"><sp rend="merge"><speaker>Μῶμος</speaker><p> σὺ δέ, ὦ θαυμάσιε — φὴς γὰρ καὶ μάντις εἶναι καὶ μισθοὺς οὐκ ὀλίγους ἐπὶ τῷ τοιούτῳ ἐξέλεξας ἄχρι τοῦ καὶ πλίνθους χρυσᾶς ποτε εἰληφέναι — τί οὐκ ἐπεδείξω ἡμῖν κατὰ καιρὸν τὴν τέχνην προειπὼν ὁπότερος <pb n="v.2.p.132"/> τῶν σοφιστῶν κρατήσει λέγων; οἶσθα γάρ που τὸ ἀποβησόμενον μάντις ὤν. </p></sp><sp><speaker>Ἀπόλλων</speaker><p rend="align(indent)"> πῶς, ὦ Μῶμε, δυνατὸν ποιεῖν ταῦτα μήτε τρίποδος ἡμῖν παρόντος μήτε θυμιαμάτων ἢ πηγῆς μαντικῆς οἵα ἡ Κασταλία ἐστίν; </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> ὁρᾷς; ἀποδιδράσκεις τὸν ἔλεγχον ἐν στενῷ ἐχόμενος. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ὅμως, ὦ τέκνον, εἰπὲ καὶ μὴ παράσχῃς τῷ συκοφάντῃ τούτῳ ἀφορμὰς διαβάλλειν καὶ χλευάζειν τὰ σὰ ὡς ἐπὶ τρίποδι καὶ ὕδατι καὶ λιβανωτῷ κείμενα, ὡς, εἰ μὴ ἔχοις ταῦτα, στερησόμενόν σε τῆς τέχνης. </p></sp><sp><speaker>Ἀπόλλων</speaker><p rend="align(indent)"> ἄμεινον μὲν ἦν, ὦ πάτερ, ἐν Δελφοῖς ἢ Κολοφῶνι τὰ τοιαῦτα ποιεῖν, ἁπάντων μοι τῶν χρησίμων παρόντων, ὡς ἔθος. ὅμως δὲ καὶ οὕτω γυμνὸς ἐκείνων καὶ ἄσκευος πειράσομαι προειπεῖν ὁποτέρου τὸ κράτος ἔσται· ἀνέξεσθε δέ, εἰ μὴ ἔμμετρα λέγοιμι. </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> λέγε μόνον, σαφῆ δέ, ὦ Ἄπολλον, καὶ οὐ συνηγόρου καὶ αὐτὰ ἢ ἑρμηνέως <corr>δεόμενα·</corr> καὶ γὰρ οὐκ ἄρνεια κρέα καὶ χελώνη νῦν ἐν Λυδίᾳ συνέψεται· ἀλλὰ οἶσθα περὶ ὅτου ἡ σκέψις. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"><corr>Τί</corr> ποτε ἐρεῖς, ὦ τέκνον; ὡς τά γε πρὸ τοῦ χρησμοῦ ταῦτα ἤδη φοβερά· ἡ χρόα τετραμμένη, οἱ ὀφθαλμοὶ περιφερεῖς, κόμη ἀνασοβουμένη, κίνημα <pb n="v.2.p.134"/> κορυβαντῶδες, καὶ ὅλως κατόχιμα πάντα καὶ φρικώδη καὶ μυστικά. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="31"><sp><speaker>Ἀπόλλων</speaker><p rend="align(indent)"><l>κέκλυτε μαντιπόλου τόδε θέσφατον Ἀπόλλωνος </l><l>ἀμφʼ ἔριδος κρυερῆς, τὴν ἀνέρες ἐστήσαντο </l><l>ὀξυβόαι, μύθοισι κορυσσόμενοι πυκινοῖσι. </l><l>πολλὰ γὰρ ἔνθα καὶ ἔνθα μόθου ἑτεραλκέϊ κλωγμῷ </l><l>ταρφέος ἄκρα κόρυμβα καταπλήσσουσιν ἐχέτλης. </l><l>ἀλλʼ ὅταν αἰγυπιὸς γαμψώνυχος ἀκρίδα μάρψῃ, </l><l>δὴ τότε λοίσθιον ὀμβροφόροι κλάγξουσι κορῶναι. </l><l>νίκη δʼ ἡμιόνων, ὁ δʼ ὄνος θοὰ τέκνα κορύψει. </l></p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> τί τοῦτο ἀνεκάγχασας, ὦ Μῶμε; καὶ μὴν οὐ γελοῖα τὰ ἐν ποσί· παῦσαι κακόδαιμον, ἀποπνιγήσῃ ὑπὸ τοῦ γέλωτος. </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> καὶ πῶς δυνατόν, ὦ Ζεῦ, ἐφʼ οὕτω σαφεῖ καὶ προδήλῳ τῷ χρησμῷ; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ ἡμῖν ἤδη ἑρμηνεύοις ἂν αὐτὸν ὅ τι καὶ λέγει. </p></sp><sp><speaker>Μῶμος</speaker><p rend="align(indent)"> πάνυ πρόδηλα, ὥστε οὐδὲν ἡμῖν Θεμιστοκλέους δεήσει· φησὶ γὰρ τὸ λόγιον οὑτωσὶ διαρρήδην <pb n="v.2.p.136"/> γόητα μὲν εἶναι τοῦτον, ὑμᾶς δὲ ὄνους κανθηλίους νὴ Δία καὶ ἡμιόνους, τοὺς πιστεύοντας αὐτῷ, οὐδʼ ὅσον αἱ ἀκρίδες τὸν νοῦν ἔχοντας. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg018.perseus-grc2" n="32"><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> ἐγὼ δέ, ὦ πάτερ, εἰ καὶ μέτοικός εἰμι, οὐκ ὀκνήσω ὅμως τὰ δοκοῦντά μοι εἰπεῖν· ὁπόταν γὰρ ἤδη συνελθόντες διαλέγωνται, τηνικαῦτα, ἢν μὲν ὁ Τιμοκλῆς ὑπέρσχῃ, ἐάσωμεν προχωρεῖν τὴν συνουσίαν ὑπὲρ ἡμῶν, ἢν δέ τι ἑτεροῖον ἀποβαίνῃ, τότε ἤδη τὴν στοὰν αὐτὴν ἔγωγε, εἰ δοκεῖ, διασείσας ἐμβαλῶ τῷ Δάμιδι, ὡς μὴ κατάρατος ὢν ὑβρίζῃ ἐς ἡμᾶς. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> Ἡράκλεις, ὦ Ἡράκλεις, ἄγροικον τοῦτο εἴρηκας καὶ δεινῶς Βοιώτιον, συναπολέσαι ἑνὶ πονηρῷ τοσούτους χρηστούς,<note xml:lang="mul" type="footnote" n="v.2.p.136.n.1">χρηστούε, K. Schwartz: not in MSS.</note> καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνι καὶ Μιλτιάδῃ καὶ Κυνεγείρῳ. καὶ πῶς ἂν τούτων συνεμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν, τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφῃρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἴσως ἦν τι πρᾶξαι τοιοῦτον, ἀφʼ οὗ δὲ θεὸς γεγένησαι, μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι μόναι τὰ τοιαῦτα δύνανται, ἡμεῖς δὲ αὐτῶν ἄμοιροί ἐσμεν. </p></sp><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> οὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνευον, αἱ Μοῖραι διʼ ἐμοῦ ἐκεῖνα ἔπραττον; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> καὶ μάλα. </p></sp><pb n="v.2.p.138"/><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> καὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐδαμῶς. </p></sp><sp><speaker>Ἡρακλῆς</speaker><p rend="align(indent)"> οὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ παρρησίας· ἐγὼ γάρ, ὡς ὁ κωμικὸς ἔφη, <quote rend="blockquote">ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων·</quote> εἰ τοιαῦτά ἐστι τὰ ὑμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐνταῦθα τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι κάτειμι εἰς τὸν Ἅιδην, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπʼ ἐμοῦ πεφονευμένων θηρίων. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> εὖ γε, οἴκοθεν ὁ μάρτυς, <corr>φασίν·</corr> <corr>ἀπέσωσάς</corr> γʼ ἂν οὖν τῷ Δάμιδι ταῦτα εἰπεῖν ὑποβαλών.<note xml:lang="mul" type="footnote" n="v.2.p.138.n.1">ὑποβαλών Κ. Schwartz: ὑποβάλλων MSS.</note></p></sp></div></div></body></text></TEI>