Ἑρμῆς Ὦ Ζεῦ, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς, ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμʼ ἔχων; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων, μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας. Ἀθήνη ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη, τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν, ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς; Ζεύς οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος, οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική, ἣν οὐκ ἰαμβείοις ὑπερπαίω ἰαμβείοις ὑπερπαίω Text P (Vat. 76) D (Bodl. B 56) ; ἰαμβιοισιν P, ἰαμβείοισι D; ὑπερπαίδεκα D. ἦς οὐκ ἂν ἄραιτʼ (ἄροιτʼ) ἄχθος ἡ θεῶν φύσιε γ, NHA, edd. D has this line also, after the other. δέκα. Ἀθήνη Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου; Ζεύς ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα, σύ τʼ, ὦ Προμηθεῦ, οἷά μʼ εἴργασαι κακά. Ἀθήνη τί δʼ ἐστί; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς. Ζεύς ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί τί Guyet: τί μοι MSS. ῥέξεις; Ἥρα Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν. Ἥρα ἀγνοεῖν ἡμᾶς νομίζεις τὴν αἰτίαν τῆς λύπης ἥτις ἐστί σοι; Ζεύς οὐκ οἶσθʼ, ἐπεί τοι κἂν ἐκώκυες μέγα. Ἥρα οἶδα τὸ κεφάλαιον αὐτὸ ὧν πάσχεις ὅτι ἐρωτικόν ἐστιν· οὐ μὴν κωκύω γε ὑπὸ ἔθους, ἤδη πολλάκις ὑβρισθεῖσα ὑπὸ σοῦ τὰ τοιαῦτα. εἰκὸς γοῦν ἤτοι Δανάην τινὰ ἢ Σεμέλην ἢ Εὐρώπην αὖθις εὑρόντα σε ἀνιᾶσθαι ὑπὸ τοῦ ἔρωτος, εἶτα βουλεύεσθαι ταῦρον ἢ σάτυρον ἢ χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου εἰς τὸν κόλπον τῆς ἀγαπωμένης· τὰ σημεῖα γὰρ ταῦτα, οἱ στεναγμοὶ καὶ τὰ δάκρυα καὶ τὸ ὠχρὸν εἶναι, οὐκ ἄλλου του ἢ ἔρωτός ἐστιν· . Ζεύς ὦ μακαρία, ἥτις ἐν ἔρωτι καὶ ταῖς τοιαύταις παιδιαῖς οἴει τὰ πράγματα ἡμῖν εἶναι. Ἥρα ἀλλὰ τί ἄλλο, εἰ μὴ τοῦτο, ἀνιᾷ σε Δία ὄντα; Ζεύς ἐν ἐσχάτοις, ὦ Ἥρα, τὰ θεῶν πράγματα, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, ἐπὶ ξυροῦ ἕστηκεν εἴτε χρὴ τιμᾶσθαι ἡμᾶς ἔτι καὶ τὰ γέρα ἔχειν τἀν τῇ γῇ εἴτε καὶ ἠμελῆσθαι παντάπασι καὶ τὸ μηδὲν εἶναι δοκεῖν. Ἥρα μῶν ἢ γίγαντάς τινας αὖθις ἡ γῆ ἔφυσεν, ἢ οἱ Τιτᾶνες διαρρήξαντες τὰ δεσμὰ καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες αὖθις ἡμῖν ἐναντία αἴρονται τὰ ὅπλα; Ζεύς θάρσει, τὰ νέρθεν ἀσφαλῶς ἔχει θεοῖς. Ἥρα τί οὖν ἄλλο δεινὸν ἂν γένοιτο; οὐχ ὁρῶ γάρ, ὅτε μὴ τὰ τοιαῦτα παραλυποῖ, ἐφʼ ὅτῳ Πῶλος ἢ Ἀριστόδημος ἀντὶ Διὸς ἡμῖν ἀναπέφηνας. Ζεύς Τιμοκλῆς, ὦ Ἥρα, ὁ Στωϊκὸς καὶ Δᾶμις ὁ Ἐπικούρειος χθές, οὐκ οἶδα ὅθεν σφίσιν ἀρξαμένου τοῦ λόγου, προνοίας πέρι διελεγέσθην παρόντων μάλα συχνῶν καὶ δοκίμων ἀνθρώπων, ὅπερ μάλιστα ἠνίασέ με· καὶ ὁ μὲν Δᾶμις οὐδʼ εἶναι θεοὺς ἔφασκεν, οὐχ ὅπως οὐδʼ . . . οὐχ ὅπως Harmon: . . . οὔθ' δλως MSS. τὰ γινόμενα ἐπισκοπεῖν ἢ διατάττειν, ὁ Τιμοκλῆς δὲ ὁ βέλτιστος ἐπειρᾶτο συναγωνίζεσθαι ἡμῖν· εἶτα ὄχλου πολλοῦ ἐπιρρυέντος οὐδὲν πέρας ἐγένετο τῆς συνουσίας· διελύθησαν γὰρ εἰσαῦθις ἐπισκέψεσθαι τὰ λοιπὰ συνθέμενοι, καὶ νῦν μετέωροι πάντες εἰσίν, ὁπότερος κρατήσει καὶ ἀληθέστερα δόξει λέγειν. ὁρᾶτε τὸν κίνδυνον, ὡς ἐν στενῷ παντάπασι τὰ ἡμέτερα, ἐν ἑνὶ ἀνδρὶ κινδυνευόμενα; καὶ δυοῖν θάτερον ἢ παρεῶσθαι ἀνάγκη, ὀνόματα μόνον εἶναι δόξαντας, ἢ τιμᾶσθαι ὥσπερ πρὸ τοῦ, ἢν ὁ Τιμοκλῆς ὑπέρσχῃ λέγων. Ἥρα δεινὰ ταῦτα ὡς ἀληθῶς, καὶ οὐ μάτην, ὦ Ζεῦ, ἐπετραγῴδεις αὐτοῖς. Ζεύς σὺ δὲ ᾤου Δανάης τινὸς ἢ Ἀντιόπης εἶναι μοι λόγον ἐν ταράχῳ τοσούτῳ. τί δʼ οὖν, ὦ Ἑρμῆ καὶ Ἥρα καὶ Ἀθηνᾶ, πράττοιμεν ἄν; συνευρίσκετε γὰρ καὶ αὐτοὶ τὸ μέρος. Ἑρμῆς ἐγὼ μὲν ἐπὶ τὸ κοινόν φημι δεῖν τὴν σκέψιν ἐπανενεγκεῖν ἐκκλησίαν συναγαγόντα. Ἥρα κἀμοὶ ταὐτὰ παὐτὰ Κ Schwartz: ταῦτα MSB. συνδοκεῖ ἅπερ καὶ τούτῳ. Ἀθήνη ἀλλʼ ἐμοὶ τἀναντία δοκεῖ, ὦ πάτερ, μὴ συνταράττειν τὸν οὐρανὸν μηδὲ δῆλον εἶναι θορυβούμενον τῷ πράγματι, πράττειν δὲ ἰδίᾳ ταῦτα ἐξ ὧν κρατήσει μὲν ὁ Τιμοκλῆς λέγων, ὁ Δᾶμις δὲ καταγελασθεὶς ἄπεισιν ἐκ τῆς συνουσίας. Ἑρμῆς ἀλλʼ οὔτε ἀγνοήσεται ταῦτα, ὦ Ζεῦ, ἐν φανερῷ ἐσομένης τῆς ἔριδος τοῖς φιλοσόφοις, καὶ δόξεις τυραννικὸς εἶναι μὴ κοινούμενος περὶ τῶν οὕτω μεγάλων καὶ κοινῶν ἅπασιν.