Ζεύς οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων φασίν· ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπʼ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτʼ ἐπιμελεῖσθαι τῶν πραττομένων παρʼ ὑμῖν οὔθʼ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες. Κυνίσκος οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπʼ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ λόγος αὐτὸς οὐκ οἶδʼ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. αὖθις δʼ, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ. Ζεύς ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν. Κυνίσκος πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι; Ζεύς φημὶ γάρ. Κυνίσκος ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν; Ζεύς οὐδαμῶς. Κυνίσκος βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό; Ζεύς δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή δή Α.Μ.Η.: δέ γ; Not in β. τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρʼ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον. Κυνίσκος ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθʼ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς διʼ αὐτὸ ἀμείνους δοκεῖν· ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη. Ζεύς ἀλλʼ, ὦ Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν. Κυνίσκος οὐχ ἅπαντες, ὦ Ζεῦ, ἀλλὰ διώρισται καὶ παρʼ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι· σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς· ὁ δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην· ὁ Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ. τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα; καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρʼ Ἀδμήτῳ τὸν Ἀπόλλω. ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλʼ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν· ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε· πολλοὶ δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἢ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή. Ζεύς ὁρᾷς; ταῦτʼ ἤδη ὑβριστικά, ὦ Κυνίσκε, φής· καί σοι τάχα μεταμελήσει ποτὲ αὐτῶν. Κυνίσκος φείδου, ὦ Ζεῦ, τῶν ἀπειλῶν, εἰδὼς οὐδέν με πεισόμενον ὅ τι μὴ καὶ τῇ Μοίρᾳ πρὸ σοῦ ἔδοξεν· ἐπεὶ οὐδʼ αὐτοὺς ἐκείνους ὁρῶ τοὺς ἱεροσύλους κολαζομένους, ἀλλʼ οἵ γε πλεῖστοι διαφεύγουσιν ὑμᾶς· οὐ γὰρ εἵμαρτο, οἶμαι, ἁλῶναι αὐτούς. Ζεύς οὐκ ἔλεγον ὡς ἄρʼ ἐκείνων τις εἶ τῶν ἀναιρούντων τὴν πρόνοιαν τῷ λόγῳ; Κυνίσκος πάνυ, ὦ Ζεῦ, δέδιας αὐτούς, οὐκ οἶδα ὅτου ἕνεκα· πάντα γοῦν ὁπόσα ἂν εἴπω, ὑποπτεύεις ἐκείνων παιδεύματα εἶναι. Κυνίσκος ἐγὼ δὲ — παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι; — ἡδέως δʼ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων; Ζεύς ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι. σὺ δʼ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογούμενος· καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων. Κυνίσκος οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας· εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνατίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;