<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="4"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἢν πρότερόν μοι, ὦ Ζεῦ, κἀκεῖνο εἴπῃς, εἰ καὶ ὑμῶν αὗται ἄρχουσι καὶ ἀνάγκη ὑμῖν ἠρτῆσθαι ἀπὸ τοῦ λίνου αὐτῶν. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ἀνάγκη, ὦ Κυνίσκε. τί δʼ οὖν ἐμειδίασας; </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἀνεμνήσθην ἐκείνων τῶν Ὁμήρου <corr>ἐπῶν·</corr>, ἐν οἷς πεποίησαι αὐτῷ ἐν τῇ ἐκκλησίᾳ τῶν θεῶν δημηγορῶν, ὁπότε ἠπείλεις αὐτοῖς ὡς ἀπὸ σειρᾶς τινος χρυσῆς ἀναρτησόμενος τὰ πάντα· ἔφησθα γὰρ αὐτὸς μὲν τὴν σειρὰν καθήσειν ἐξ οὐρανοῦ, τοὺς θεοὺς δὲ ἅμα πάντας, εἰ βούλοιντο, ἐκκρεμαμένους κατασπᾶν βιάσεσθαι,<note xml:lang="mul" type="footnote" n="v.2.p.64.n.1">βιάσεσθαι Fritzsche: βιάζεσθαι MSS.</note> οὐ μὴν κατασπάσειν γε, σὺ<note xml:lang="mul" type="footnote" n="v.2.p.64.n.2">σὺ vulg.: σὲ MSS.</note> δέ, ὁπόταν ἐθελήσῃς, ῥᾳδίως ἅπαντας <quote rend="blockquote">αὐτῇ κεν γαίῃ ἐρύσαι αὐτῇ τε θαλάσσῃ.</quote> τότε μὲν οὖν θαυμάσιος ἐδόκεις μοι τὴν βίαν καὶ ὑπέφριττον μεταξὺ ἀκούων τῶν <corr>ἐπῶν·</corr> νῦν δὲ αὐτόν σε ἤδη ὁρῶ μετὰ τῆς σειρᾶς καὶ τῶν ἀπειλῶν ἀπὸ λεπτοῦ νήματος, ὡς φής, <pb n="v.2.p.66"/> κρεμάμενον. δοκεῖ γοῦν μοι δικαιότερον ἂν ἡ Κλωθὼ μεγαλαυχήσασθαι, ὡς καὶ σὲ αὐτὸν ἀνάσπαστον αἰωροῦσα ἐκ τοῦ ἀτράκτου καθάπερ οἱ ἁλιεῖς ἐκ τοῦ καλάμου τὰ ἰχθύδια. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="5"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐκ οἶδʼ ὅ τι σοι ταυτὶ βούλεται τὰ ἐρωτήματα. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἐκεῖνο, ὦ Ζεῦ· καὶ πρὸς τῶν Μοιρῶν καὶ τῆς Εἱμαρμένης μὴ τραχέως μηδὲ πρὸς ὀργὴν ἀκούσῃς μου τἀληθῆ μετὰ παρρησίας λέγοντος. εἰ γὰρ οὕτως ἔχει ταῦτα καὶ πάντων αἱ Μοῖραι κρατοῦσι καὶ οὐδὲν ἂν ὑπʼ οὐδενὸς ἔτι ἀλλαγείη τῶν ἅπαξ δοξάντων αὐταῖς, τίνος ἕνεκα ὑμῖν οἱ ἄνθρωποι θύομεν καὶ ἑκατόμβας προσάγομεν εὐχόμενοι γενέσθαι ἡμῖν παρʼ ὑμῶν τἀγαθά; οὐχ ὁρῶ γὰρ ὅ τι ἂν ἀπολαύσαιμεν τῆς ἐπιμελείας ταύτης, εἰ μήτε τῶν φαύλων ἀποτροπὰς εὑρέσθαι δυνατὸν ἡμῖν ἐκ τῶν εὐχῶν μήτε ἀγαθοῦ τινος θεοσδότου ἐπιτυχεῖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="6"><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οἶδα ὅθεν σοι τὰ κομψὰ ταῦτα ἐρωτήματά ἐστιν, παρὰ τῶν καταράτων σοφιστῶν, οἳ μηδὲ προνοεῖν ἡμᾶς τῶν ἀνθρώπων <corr>φασίν·</corr> ἐκεῖνοι γοῦν τὰ τοιαῦτα ἐρωτῶσιν ὑπʼ ἀσεβείας, ἀποτρέποντες καὶ τοὺς ἄλλους θύειν καὶ εὔχεσθαι ὡς εἰκαῖον ὄν· ἡμᾶς γὰρ οὔτʼ ἐπιμελεῖσθαι τῶν πραττομένων παρʼ ὑμῖν οὔθʼ ὅλως τι δύνασθαι πρὸς τὰ ἐν τῇ γῇ πράγματα. πλὴν οὐ χαιρήσουσί γε τὰ τοιαῦτα διεξιόντες. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> οὐ μὰ τὸν τῆς Κλωθοῦς ἄτρακτον, ὦ Ζεῦ, οὐχ ὑπʼ ἐκείνων ἀναπεισθεὶς ταῦτά σε ἠρώτησα, ὁ δὲ <pb n="v.2.p.68"/> λόγος αὐτὸς οὐκ οἶδʼ ὅπως ἡμῖν προϊὼν εἰς τοῦτο ἀπέβη, περιττὰς εἶναι τὰς θυσίας. αὖθις δʼ, εἰ δοκεῖ, διὰ βραχέων ἐρήσομαί σε, σὺ δὲ μὴ ὀκνήσῃς ἀποκρίνασθαι, καὶ ὅπως ἀσφαλέστερον ἀποκρινῇ. </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> ἐρώτα, εἴ σοι σχολὴ τὰ τοιαῦτα ληρεῖν. </p></sp></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0062.tlg017.perseus-grc2" n="7"><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> φημὶ γάρ. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> οὐδαμῶς. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, ἢ δῆλον, κἂν μὴ εἴπω αὐτό; </p></sp><sp><speaker>Ζεύς</speaker><p rend="align(indent)"> δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δή<note xml:lang="mul" type="footnote" n="v.2.p.68.n.1">δή Α.Μ.Η.: δέ γ; Not in β.</note> τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρʼ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον. </p></sp><sp><speaker>Κυνίσκος</speaker><p rend="align(indent)"> ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθʼ ὅ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς <pb n="v.2.p.70"/> αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς διʼ αὐτὸ ἀμείνους δοκεῖν· ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν ὁ θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος ἡ δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη. </p></sp></div></div></body></text></TEI>